6
ἐστιν αὐτῇ, περὶ τὸ ἐναντίον πάντως ἀσχοληθήσεται· ἡ γὰρ τοῦ ἀγαθοῦ ἀλλοτρίωσις τὴν πρὸς τὸ κακὸν οἰκειότητα σαφῶς ἐπιδείκνυσιν. ἀλλ' οὔτε τοῦτο τυχὸν οὔτε ἐκεῖνο διὰ φροντίδος εἶναι λέγεις αὐτῇ; οὐκοῦν ἄψυχον αὐτὸ φῂς εἶναι καὶ ἀπροαίρετον καὶ καλοῦ καὶ χείρονος ἀνεπαίσθητον, εἴ γε μήτε ψυχὴν μήτε προαίρεσιν ἔχει μήτε κατ' ἰδίαν θεωρεῖται 45 ὑπόστασιν. τοῦτο τοσαύτην μαρτυρεῖται παρ' ὑμῖν ἔχειν τὴν δύναμιν, ὥστε τῶν προαιρετικῶν ζῴων ἐπιστατεῖν καὶ κρατεῖν τῶν ὑφεστώτων τὸ ἀνυπόστατον, τῶν μετεχόντων ζωῆς τὸ ἀμέτοχον, τῶν ἐμψύχων τὸ ἄψυχον, τῶν προαιρέσει συζώντων τὸ ἀπροαίρετον, τῶν ἀρετὴν μετιόντων τὸ ἀρετῆς ἀπαράδεκτον, καθόλου τῶν ὄντων τὸ μὴ ὄν; ἐν τίνι γὰρ καταλαμβάνεται τοῦ θρυλουμένου τούτου ὀνόματος ἡ ὑπόστασις; ζῷον οὐκ ἔστιν, ἐν περιγραφῇ οὐχ ὁρᾶται, θεὸς οὐ νομίζεται. πῶς γὰρ θεὸς ὁ μὴ πρὸς ἀρετὴν καὶ τὸ δίκαιον βλέπων; ὃ δὲ μηδέν ἐστι τούτων, τί ἐστιν; ἀλλ' ἔοικε παρ' ὑμῶν τὸ ἀεὶ ἐνεστὼς τοῦ χρόνου εἱμαρμένη λέγεσθαι· πάσῃ γὰρ κινήσει εἴτε ποταμῶν εἴτε ἀστέρων εἴτε ἀνθρώπων ὁ χρόνος συμπαρεκτείνεται. διαφέρει δὲ οὐδὲν ἢ ὕδατι προσκαθήμενον τῇ κινήσει τοῦ ῥεύματος ἀποσημειοῦσθαι τὰ ἀκαριαῖα τοῦ ἀεὶ ἐνεστῶτος χρόνου τμήματα ἢ νεὼς δι' ἀνέμου κομιζομένης ἢ ἀνθρώπων ὁδοιπορούντων ἢ κινουμένων ἄστρων. εἷς γὰρ ἐπὶ πάντων τῶν μεταβατικῶς κινουμένων ὅρος κινήσεως, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὸ ἐν ᾧ οὐκ ἔστι μετάστασις. εἰ δὲ οὔτε ἡ τῶν ῥείθρων φορὰ οὔτε ἡ τῶν πλοίων κίνησις οὔτε ἡ τῶν ἀνθρώπων πορεία σημειουμένη τοῦ χρόνου τὰ διαστήματα εἱμαρμένας ποιεῖ, πῶς τὰ χρονικὰ σημεῖα τῆς τῶν ἀστέρων κινήσεως εἰς εἱμαρμένης γένεσιν πλάσσετε καί φατε τήνδε τὴν ὥραν ἢ τῆς 46 ὥρας τὸ ποστημόριον, ὅπερ τῷδε τῷ σημείῳ τῆς τῶν ἄστρων κινήσεως ἐσημειώθη, εἱμαρμένην γίνεσθαι; τί οὖν οὐχὶ πάν τως παντὶ σημείῳ καὶ γενέσεις τῶν ἀνθρώπων συμφέρονται; πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον. παρ' ὧν γὰρ ἡ αἰτία τοῦ εὖ ἢ κακῶς εἶναι τὸν ἄνθρωπον, παρὰ τῶν αὐτῶν καὶ ἡ τοῦ εἶναι πάντως αἰτία ἐστίν. εἰ οὖν τὸ μετὰ τὴν γένεσιν παρ' ἐκείνων, πάντως παρὰ τῶν αὐτῶν καὶ ἡ γένεσις· εἰ δὲ τοῦτο οὐκ ἐν ἐκείνοις, οὐδὲ τὸ μετὰ τοῦτο πάντως. ἀλλὰ μὴν τὸ μὴ ἐν ἐκείνοις εἶναι τὴν γένεσιν ἐκ τούτου δῆλόν ἐστιν· ἐκ τοῦ μὴ ἀδιαλείπτως ποταμοῦ δίκην τῷ συνεχεῖ τῆς παροδικῆς τοῦ χρόνου ῥοῆς καὶ τὰς ἀνθρωπίνας συρρέειν τῶν τικτομένων γενέσεις, ἀλλ' ἐν διαλείμμασι μὲν εἶναι τοὺς τόκους· τῆς δὲ τῶν μοιρῶν ἐκείνων γενέσεως ἃς ὁ χρόνος ῥέων τῷ ἀεικινήτῳ τῆς τῶν ἄστρων φορᾶς ἐξεργάζεται οὐδ' ὁτιοῦν ἔστι διάλειμμα οὔτε κατ' αἴσθησιν οὔτε τῇ διανοίᾳ λαβεῖν. τίς οὖν ἐκείνη ἡ εἱμαρμένη, εἴτ' οὖν μία γενικωτέρα εἴτ' οὖν πολλαὶ αἱ ἐπὶ τοῖς τοῦ χρόνου τμήμασι συλλεπτυνόμεναι, οὔπω καταλαβεῖν δι' ἀκολούθου τινὸς ὁ λόγος δεδύνηται. κινεῖσθαι τὰ ἄστρα φατέ; καὶ γὰρ καὶ ἡμεῖς τὴν τῶν ποταμῶν ἀντιπροφέρομεν κίνησιν. ἀλλὰ διὰ παντὸς ἐκεῖνα. καὶ ταῦτα ὡσαύτως δι' ὅλου. ἀλλ' ἐκεῖνα ἐν χρόνῳ. οὐδὲ ταῦτα ἔξω τοῦ χρόνου. ἀλλὰ χρονικὴν οὐκ ἔστιν ἐπ' ἐκείνων ἀρχὴν ἐξευρεῖν τῆς κινήσεως. ποίαν δὲ τούτοις ἐπινοήσεις τὴν ἀπὸ χρόνων ἀρχήν; ἀλλ' ἐκεῖνα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ κινεῖται. οὐδὲ τούτοις ἄν τις τὴν ἐναντίαν προσμαρτυρήσειε κίνησιν φυσικῶς ἀεὶ τοῦ ὕδατος 47 ἀπὸ τοῦ ὑπερκειμένου πρὸς τὸ πρανὲς καταρρέοντος. ὥστε ἢ καὶ τὴν κίνησιν τῶν ποταμῶν εἱμαρμένας τινὰς ἀπογεννᾶν συγχωρήσατε ἢ οὐδὲ ἡμεῖς τῇ τῶν ἄστρων κινήσει τῆς δυνάμεως ταύτης παραχωρήσομεν.
Ἀλλὰ τῆσδε, φησί, τῆς δυνάμεως ὁ Κριὸς ἢ ὁ Ταῦρος καὶ τῆσδε τῶν πλανητῶν ἕκαστος. ὅταν οὖν ἐν ἑνὶ τούτων γένηται ἢ κατὰ μόνας ἢ μεθ' ἑτέρων περιοδικῶς τις τῶν πλανηθέντων ὑπὸ τοῦ κύκλου περιαγόμενος, ἡ τῶν δυνάμεων σύνοδος τόνδε τὸν βίον τῷ συνενεχθέντι τῇ ὥρᾳ ταύτῃ κατὰ τὴν γένεσιν ἀπειργάσατο. Ὢ τῆς ματαιολογίας. δούλειον, ἂν οὕτω τύχῃ, τὸν Ταῦρον λέγετε διὰ τὸ ὑπὸ ζυγῷ τὸ ζῷον τοῦτο δαμάζεσθαι καὶ εὐεργετικὸν τὸν Κριὸν διὰ τὴν τῶν