1

 2

 3

 4

 5

 6

 7

6

πῶς τοὺς μὲν δούλων δίκην ᾐδέσθη, ἐν ἐκείνοις δὲ βαρβάρων τρόπον ἐμιμήσατο; Ἑρμήνευσόν μοι τοῦτο, ὦ Ἰουδαῖε, ὁ ἀπιστῶν τῷ σταυρῷ, πῶς τὸ αὐτὸ ὕδωρ ἐκείνους ἔπνιξε, καὶ τούτους ἔσωσεν. Ἓν ἦν τὸ ὕδωρ, μία ἡ θάλασσα, καὶ τῶν μὲν οὔτε πόδα ἔβρεξε, τῶν δὲ οὔτε ἴχνος ἀφῆκεν, ἀλλ' ἅπαντας λαβοῦσα ἐκάλυψε τῷ ὕδατι, καὶ κοινὸν τάφον εἰργάσατο ἡ θάλασσα παντὶ τῷ δήμῳ τῶν Αἰγυπτίων. Εἰπέ μοι οὖν τοῦτο πῶς ἐγένετο. Ὁρᾷς πῶς ἡ σκιὰ προῆλθεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια; πῶς ἐκεῖνα μὲν σκιὰ, ταῦτα δὲ ἀλήθεια; ἐκεῖνα σκιὰ, ταῦτα δὲ πράγματα; Ὁρᾷς, ὡς εἶπον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν πρᾶγμά τι ξένον, προδιατυποῖ πρῶτον καὶ σκιαγραφεῖ, ἵνα οὕτως προελθοῦσα ἡ ἀλήθεια εὐπρόσδεκτος γένηται; Ἀνάγκη γὰρ τὴν εἰκόνα ὑποδεεστέραν εἶναι τῆς ἀληθείας· εἰ δὲ αὐτοτελὴς ἦν, οὐκ ἔτι σκιὰ, ἀλλὰ ἀλήθεια. Προέλαβέ τε ἡ σκιὰ, καὶ ἦλθεν ἡ ἀλήθεια τῶν χρωμάτων καὶ ἔδειξε καθαρὰν τὴν εἰκόνα. Ἐκεῖνα τύποι, ταῦτα πράγματα· οἷον 50.744 καὶ ἐπὶ τοῦ προβάτου γέγονεν. Ἤμελλε τῷ αἵματι τοῦ Χριστοῦ ἐλευθεροῦσθαι ἡ οἰκουμένη καὶ κατάρας ἀπαλλάττεσθαι. Ἐπεὶ οὖν τοῦτο πάλιν μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον παρὰ τῇ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, προδιοικεῖ ὁ Θεὸς καὶ προδιατυποῖ διὰ τοῦ προβάτου· τῶν γὰρ Αἰγυπτίων τὰ πρωτότοκα μέλλων ἀπολλύειν, ἵνα μὴ συναναιρεθῶσι καὶ τὰ τῶν υἱῶν Ἰσραήλ· τί οὖν· ἵνα γένηται, φησὶν ὁ Μωϋσῆς, μήποτε ὁ ὀλοθρεύων ἄγγελος συνολοθρεύσῃ τὰ τῶν υἱῶν Ἰσραὴλ πρωτότοκα· τί οὖν; λέγει πρὸς αὐτὸν ὁ Θεός· παράγγειλον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, κατὰ συγγενείας αὐτῶν· κἂν μὴ εὐπορῶσι, φησὶ, γείτων γείτονα συγκαλέσει, καὶ συγγένεια συγγένειαν συγκαλέσει, καὶ οὕτω λαβόντες τὸ πρόβατον, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, θύσατε, φησὶ, κατὰ συγγενείας καὶ κατ' οἴκους πατριῶν. Καὶ τὰ μὲν κρέα αὐτοῦ φάγεσθε ὀπτὰ πυρί· μηδὲν ἐξ αὐτῶν καταλείψεται· τὸ δὲ αἷμα αὐτοῦ χρίσατε εἰς τὰς φλιὰς ὑμῶν. Φάγεσθε δὲ αὐτὸ φησὶ, περιεζωσμένοι τὴν ὀσφύν· τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν· καὶ τοῦτο ὡς ὁδοιπόρου σχῆμα· οἱ λύχνοι ὑμῶν καιόμενοι· διὰ τί; Ἑσπέρα γὰρ ἦν καταλαμβάνουσα. Καὶ διὰ τί οὕτως ἔδεσθε ὡς ὁδοιπόροι; ∆ιὰ τί; ἐγὼ λέγω. Καὶ διὰ τὸν τύπον, καὶ διὰ τὴν ἀλήθειαν· ἐπειδὴ πολλάκις ἐπλήγη ὁ Φαραὼ, καὶ οὐκ ἀπέλυσεν αὐτούς· καὶ ἔλεγεν αὐτοῖς Μωϋσῆς· πλήττεται σήμερον καὶ ἀπολύει· ἐπλήσσετο καὶ οὐκ ἀπέλυεν· ἔννατον ἐπλήγη καὶ οὐκ ἀπέλυσεν αὐτούς· τῇ δεκάτῃ δὲ ἤμελλεν αὐτοὺς ἀπολύειν· ὁδοιπόρων, λέγει, λάβετε σχῆμα· μετὰ γὰρ τὸ φαγεῖν ὑμᾶς, οὐδὲν κοινὸν ὑμῖν πρὸς τὴν Αἴγυπτον· λάβετε οὖν, φησὶ, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, καὶ θύσατε αὐτό· καὶ χρίσατε τὸ αἷμα αὐτοῦ ἐπὶ τὰς φλιὰς ὑμῶν, ἵνα ἐλθὼν ὁ ἄγγελος, κἂν δι' ἐκείνους μὴ φείσηται, διὰ τὸν τύπον τοῦ αἵματος φείσηται. Ταῦτα οὐ διὰ τὸν ἄγγελον ἐγένετο, ἀλλὰ διὰ τὸ αἷμα τὸ ἐμὲ σῶσαν· οὐ γὰρ ἠδύνατο ὁ ἄγγελος τὸ παράλληλον τῶν Αἰγυπτίων καὶ Ἰουδαίων διαγνῶναι; ὁ τὰ πρωτότοκα εἰδὼς, Αἰγυπτίους καὶ Ἑβραίους διαγνῶναι οὐκ ἴσχυσεν; Ὅταν οὖν ὀνειδίσῃ σε λέγων, εἰς αἷμα ἐλπίζεις; εἰπὲ αὐτῷ, καὶ σύ· οὖκ αἰσχύνῃ, ἀναίσχυντε; σὺ εἰς αἷμα προβάτου ἐσώθης, κἀγὼ εἰς αἷμα ∆εσπότου οὐ σώζομαι; Ἰουδαῖος οὖν ἐσθίων, ἐπείγεται ἀπαλλαγῆναι Αἰγύπτου· Χριστιανὸς ἐσθίων, ἐπειγέσθω ἀπαλλαγῆναι τοῦ κόσμου. Καὶ γάρ σοι ὁ Παῦλος οὕτω χρηματίζει· Ἐνδύσασθε θώρακα δικαιοσύνης· ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Ἐκεῖ ὑποδήματα, καὶ ἐνταῦθα ὑποδήματα· ἐκεῖ βακτηρία, ἐνταῦθα θώραξ· ὁ Μωϋσῆς ὡς ὁδοιπόροις, ὁ Παῦλος ὡς στρατιώταις· ἐκεῖνοι ἀπὸ γῆς εἰς γῆν, διὰ τοῦτο ὁδοιπόροι· ἐγὼ ἀπὸ γῆς εἰς οὐρανὸν, διὰ τοῦτο στρατιώτης· διὰ τί; Ὅτι ἡ ὁδός μου λῃστεύεται κατὰ τὸν ἀέρα, δαίμονές μοι ἀπαντῶσι. ∆ιὰ τοῦτο ἔχω τὴν παῤῥησίαν γεγυμνωμένην, διὰ τοῦτο τὸν θώρακα τῆς δικαιο 50.745 σύνης, διὰ τοῦτο τὴν ζώνην τῆς ἀληθείας· οὐ γάρ εἰμι ὁδοιπόρος μόνον, ἀλλὰ καὶ στρατιώτης. Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὅρα οὖν πῶς χρηματίζει Παῦλος καὶ πῶς σχηματίζει Μωϋσῆς, πῶς τὰ