1

 2

 3

 4

 5

 6

 7

6

αὐτὸν, λέγων· Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκεν, εἰ ἐβούλοντο μετανοῆσαι. Εἰ γὰρ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι καὶ πολλαὶ μυριάδες. Ὅτι γὰρ πολλαὶ μυριάδες Ἰουδαίων ἐπίστευσαν, ἄκουσον τί λέγουσιν οἱ ἀπόστολοι τῷ Παύλῳ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Μιμησώμεθα τοίνυν τὸν ∆εσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Πάλιν γὰρ αὐτῆς ἐπιλαμβάνομαι τῆς παραινέσεως· πέμπτην ἔχω σήμερον ἡμέραν ὑπὲρ ταύτης ὑμῖν τῆς ὑποθέσεως διαλεγόμενος, οὐχὶ καταγινώσκων ὑμῶν παρακοὴν, μὴ γένοιτο, ἀλλὰ μάλιστα ἐλπίζων ὅτι πεισθήσεσθε. Εἰ δέ τινές εἰσι σκληροὶ καὶ ὀργίλοι καὶ δυσανάγωγοι, ὥστε παρακοῦσαι τῶν περὶ τῆς εὐχῆς ῥηθέντων, κἂν τὸν ἀριθμὸν τῶν ἡμερῶν αἰδεσθέντες ἀπόθωνταί ποτε τὴν ἔχθραν καὶ τὴν μικροψυχίαν. Μίμησαί σου τὸν ∆εσπότην· ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων τῷ Πατρὶ διελέγετο. Καὶ πῶς δύναμαι, φησὶ, τὸν ∆εσπότην μιμήσασθαι; Ἐὰν θέλῃς, δύνασαι.

Εἰ μὴ γὰρ οἷός τε ἦς μιμήσασθαι, πῶς ἔλεγε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; Εἰ μὴ δυνατὸν ἦν μιμήσασθαι, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει τὸν ∆εσπότην μιμήσασθαι; μίμησαι τὸν σύνδουλον, Στέφανον λέγω τὸν ἀπόστολον· καὶ γὰρ ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο. Καὶ καθάπερ ὁ Χριστὸς μεταξὺ τῶν σταυρούντων, ἀφεὶς τὸν σταυρὸν, ἀφεὶς τὰ καθ' ἑαυτὸν, ὑπὲρ τῶν σταυρούντων παρακαλεῖ τὸν Πατέρα· οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων, βαλλόμενος ὑπὸ πάντων, δεχόμενος τὰς βολὰς τῶν λίθων, καὶ τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς, ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς διαλέγεται ὁ Υἱός; εἶδες πῶς δέεται ὁ δοῦλος; Ἐκεῖνός φησι· Πάτερ, ἄφες αὐτοῖς τὴν 49.406 ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν· οὗτος δέ φησι· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται ἑστὼς καὶ καταλευόμενος, ἀλλὰ θεὶς τὰ γόνατα εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον πολλῷ μείζονα ἐκείνου παθόντα; Ὁ Παῦλός φησιν· Ὑπὸ Ἰουδαίων τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τί οὖν μετὰ ταῦτα; Ηὐχόμην, φησὶν, αὐτὸς ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Θέλεις καὶ ἄλλον ἰδεῖν, οὐκ ἀπὸ τῆς Καινῆς, ἀλλ' ἀπὸ τῆς Παλαιᾶς; Τοῦτο γάρ ἐστι μάλιστα τὸ θαυμαστὸν, ὅτι ὅπου οὐκ ἐκελεύοντο τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἐκκόπτειν ἀντ' ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμείψασθαι κακοῖς, πρὸς ἀποστολικὴν ἔφθασαν φιλοσοφίαν. Ἄκουσον τί φησιν ὁ Μωϋσῆς, ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων πολλάκις, καὶ καταφρονηθεὶς ὑπ' αὐτῶν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον; Οὐδὲν ἥμαρτες· καὶ τί βούλει κοινωνῆσαι αὐτοῖς τῆς τιμωρίας; Ὅτι οὐ σφόδρα αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἤρκει μὲν οὖν καὶ ταῦτα ἡμῖν τὰ παραδείγματα· ἵνα δὲ ἐκ περιουσίας διορθώσωμεν ἑαυτοὺς, καὶ ἕτερον τὰ αὐτὰ φιλοσοφοῦντα πειράσομαι. Καὶ γὰρ ὁ ∆αυῒδ, ὁ μακάριος ἐκεῖνος καὶ πρᾶος, τοῦ στρατοπέδου παντὸς κατεξαναστάντος αὐτοῦ, καὶ τὸν υἱὸν καθοπλίσαντος τὸν Ἀβεσαλὼμ, καὶ ἐπιθεμένου τῇ τυραννίδι, καὶ βουληθέντος αὐτὸν σφάξαι, εἶτα τοῦ Θεοῦ διὰ τοῦτο παροξυνθέντος τί γὰρ εἰ καὶ πρόφασιν ἑτέραν ἐπέθηκε τῇ σφαγῇ; καὶ τὸν ἄγγελον πέμψαντος ῥομφαίαν ἐσπασμένον, καὶ τὴν πληγὴν ἐπιφέροντα ἄνωθεν, ὁρῶν ἀπολλυμένους ἅπαντας, τί φησιν; Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, κἀγὼ ὁ ποιμὴν ἐκακοποίησα. Γενέσθω ἐπ' ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς