1

 2

 3

 4

 5

 6

 7

6

παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκράτειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλαγῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευτέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. ∆ιὰ τοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσέχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεοῦ γένηται. 51.224 Ἐπειδὴ γὰρ πολλαὶ πολλάκις γυναῖκες, τῶν πρώτων τελευτησάντων ἀνδρῶν, μοιχευθεῖσαι πρότερον, οὕτω τοὺς ὑστέρους εἰσήγαγον, καὶ τρόπους ἑτέρους μιαροὺς ἐπενόησαν, διὰ τοῦτο ἐπήγαγε, Μόνον ἐν Κυρίῳ· ἵνα μηδὲν τούτων ὁ δεύτερος ἔχῃ γάμος· οὕτω γὰρ δυνήσεται ἐγκλημάτων ἀπηλλάχθαι. Πάντων μὲν γὰρ βέλτιον ἀναμένειν τὸν τετελευτηκότα, καὶ τὰς πρὸς ἐκεῖνον συνθήκας διατηρεῖν, καὶ ἐγκράτειαν αἱρεῖσθαι, καὶ τοῖς καταλειφθεῖσιν ἐπιμένειν παιδίοις, καὶ παρὰ τοῦ Θεοῦ πλείονα τὴν εὔνοιαν ἐπισπάσασθαι. Ἂν δ' ἄρα τις βουληθῇ δεύτερον ἐπεισαγαγεῖν νυμφίον, μετὰ σωφροσύνης, μετὰ σεμνότητος, μετὰ τῶν προσηκόντων νόμων· καὶ γὰρ καὶ τοῦτο ἐφεῖται, πορνεία δὲ κεκώλυται μόνον καὶ μοιχεία. Ταύτην τοίνυν φεύγωμεν, καὶ οἱ γυναῖκας ἔχοντες, καὶ οἱ μὴ ἔχοντες· καὶ μὴ καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωὴν, μηδὲ μολύνωμεν τὸ σῶμα, μηδὲ πονηρὸν συνειδὸς εἰς τὴν διάνοιαν εἰσαγάγωμεν. Πῶς γὰρ εἰς ἐκκλησίαν ἐλθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι καλέσαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν φίλων τοὺς σεμνοτέρους; Καὶ τί λέγω τοὺς φίλους; Κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον ἑαυτὸν εἶναι νομίζεις; Ποίαν ἑτέραν ζητεῖς μείζονα ἀπόδειξιν τῆς τῶν γεγενημένων ἀκαθαρσίας, ἢ τίνα τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Εἰ μὲν γὰρ σωματικὸς ὁ ῥύπος ἦν, εἰκότως τοῖς τῶν βαλανείων καθαρμοῖς ἑαυτὸν ἀπέσμηχες· τὴν δὲ ψυχὴν καταῤῥυπάνας καὶ ποιήσας ἀκάθαρτον, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται. Ποῖον δέ ἐστι τῆς τοιαύτης ἁμαρτίας τὸ βαλανεῖον; Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγενημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· οὕτως ἁμαρτίας ἀποσμήχεται φύσις, οὕτως ἐκκαθαίρεται τῆς ψυχῆς ὁ ῥύπος· ὥστε ἐὰν μὴ τοιαῦτα ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος.