1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

ἕκτον ἓν, ἃ συναγόμενα, τέλειον αὐτὸν συμπεραίνουσιν. Ἐντεῦθεν τὸν ἓξ ἀριθμὸν, οἱ περὶ ταῦτα δεινοὶ, τέλειον κατωνόμασαν. Ἀλλὰ καὶ ἐν ἓξ ἡμέραις τῶν ὁρωμένων ἁπάντων τὸ σύστημα λόγῳ Θεὸς κατειργάσατο. Τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύσαντας, τὴν πάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον. Γίνεσθε γὰρ, φησὶ, τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ὀκτὼ δέ· καὶ γὰρ αἰῶνος φέρει τύπον τοῦ μέλλοντος. Ἑπτὰ γὰρ αἰῶσιν ὁ παρὼν συμπεραίνεται βίος. Ὀγδόῃ δὲ, ἡ μέλλουσα βιοτὴ ἀνηγόρευται, ὡς ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἔφησε, τὸ Σολομώντειον ῥητὸν ἐξηγούμενος, δοῦναι μερίδα τοῖς ἑπτὰ, τῷ παρόντι βίῳ φάσκων, καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι. Ἔδει δὲ ἐν τῇ ὀγδόῃ τὰ τῆς ὀγδόης τοῖς τελείοις ἀποκαλύπτεσθαι. Ὡς γὰρ ὁ θεῖος ὄντως καὶ θεηγόρος ∆ιονύσιος ἔλεξεν, οὕτως ὁ ∆εσπότης ὀφθήσεται τοῖς τελείοις θεράπουσιν αὐτοῦ, ὃν τρόπον ἐν τῷ ὄρει Θαβὼρ τοῖς ἀποστόλοις τεθέαται Ἔχεις τῶν ἡμερῶν τὴν ἀρίθμησιν. θʹ. Ἀλλὰ τί Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννηνπαρείληφε; Πέτρον, τὴν μαρτυρίαν, ἣν ἀληθῶς μεμαρτύρηκεν, ἐκ Πατρὸς μεμαρτυρημένην δεικνύναι βουλόμενος, πιστούμενός τε τὴν οἰκείαν ἀπόφασιν, ὡς ὁ πατὴρ ὁ οὐράνιος ταύτην αὐτῷ τὴν μαρτυρίαν ἀπεκάλυψε, καὶ ὡς πρόεδρον, καὶ πάσης τῆς Ἐκκλησίας δεξόμενον τὰ πηδάλια· Ἰάκωβον, ὡς πρὸ πάντων τῶν μαθητῶν ὑπὲρ Χριστοῦ τεθνηξόμενον, καὶ αὐτοῦ πιόμενον τὸ ποτήριον, καὶ τὸ ὑπὲρ αὐτοῦ βαπτισθησόμενον βάπτισμα. Ἰωάννην, ὡς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ Θεοῦ Υἱοῦ θεασάμενος, τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, βροντήσειεν· ὅθεν καὶ βροντῆς υἱὸς προηγόρευται. ιʹ. Τί δὲ εἰς ὄρος ὑψηλὸν ἀνάγει τοὺς μαθητάς· Ὄρη τροπικῶς τὰς ἀρετὰς ἡ θεία κατονομάζει Γραφή. Πασῶν δὲ τῶν ἀρετῶν κολοφῶν καὶ ἀκρόπολις ἡ ἀγάπη καθέστηκεν. Ἐν ταύτῃ γὰρ ἡ τελειότης ὁρίζεται. Εἰ γάρ τις ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῇ καὶ τῶν ἀγγέλων· κἂν ἔχῃ πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ πάσαν τὴν γνῶσιν, καὶ εἴδῃ πάντα τὰ 96.561 μυστήρια, καὶ παραδῷ τὸ σῶμα ἵνα καυθήσηται, ἀγάπην δὲ μὴ ἔχῃ, χαλκὸς ἠχῶν γέγονεν, ἢ κύμβαλον ἀλαλάζον ἄναρθρα, καὶ εἰς οὐδὲν λογισθήσεται. ∆εῖ τοίνυν τὰ τοῦ χοὸς τῷ χοῒ καταλιπόντας καὶ ὑπεραναβεβηκότας τὸ σῶμα τῆς ταπεινώσεως, καὶ πρὸς τὴν ὑψηλοτάτην καὶ θείαν τῆς ἀγάπης ἀναχθέντας περιοπὴν, οὕτω θεωρεῖν τὰ ἀθέατα. Ὁ γὰρ ἐν τῷ ἄκρῳ τῆς ἀγάπης γενόμενος, τρόπον τινὰ ἑαυτοῦ ἐξιστάμενος, κατανοεῖ τὸν ἀόρατον, καὶ τὸν ἐπιπροσθοῦντα ζόφον τοῦ σωματικοῦ νέφους ὑπεριπτάμενος, καὶ ἐν τῇ τῆς ψυχῆς αἰθρίᾳ γενόμενος, ἐνατενίζει τῷ ἡλίῳ τῆς δικαιοσύνης τρανότερον, εἰ καὶ μὴ πάντη τῆς θέας ἐμφορηθῆναι δεδύνηται. Κατ' ἰδίαν καὶ προσεύξασθαι. Μήτηρ γὰρ τῆς προσευχῆς ἡ ἡσυχία, προσευχὴ δὲ, θείας δόξης ἐμφάνεια. Ὅτε γὰρ τὰς αἰσθήσεις μύσωμεν, καὶ ἑαυτοῖς καὶ Θεῷ συγγενώμεθα, καὶ τῆς ἔξωθεν τῆς τοῦ κόσμου περιφορὰς ἐλευθερωθέντες, ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα. Ἡ βασιλεία γὰρ τῶν οὐρανῶν, ἥ τίς ἐστι τοῦ Θεοῦ βασιλεία, ἐντὸς ὑμῶν ἐστιν, Ἰησοῦς ὁ Θεὸς ἡμῶν ἀπεφθέγξατο. Ἄλλως μὲν οὖν οἱ δοῦλοι, καὶ ἑτέρως ὁ ∆εσπότης προσηύχετο. ∆οῦλοι μὲν γὰρ φόβῳ καὶ πόθῳ δι' αἰτήσεως τῷ ∆εσπότῃ προσίασι, καὶ τῆς πρὸς Θεὸν ἐκδημίας τε καὶ ἑνώσεως ἡ προσευχὴ τῷ νῷ γίνεται πρόξενος, τρέφουσα τοῦτον δι' ἑαυτῆς καὶ ῥωννύουσα. Ὁ δέ γε καθ' ὑπόστασιν ἡνωμένος τῷ Θεῷ Λόγῳ ἅγιος νοῦς, πῶς προσεύξεται; πῶς δὲ ∆εσπότης παραστήσεται δεόμενος; Ἢ δῆλον, ὡς τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον, καὶ παιδαγωγῶν ἡμᾶς, καὶ ὁδοποιῶν πρὸς τὴν διὰ προσευχῆς πρὸς Θεὸν ἀνάβασιν, καὶ διδάσκων, ὡς τῆς θείας δόξης ἡ προσευχὴ καθίσταται