πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκα σθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦν τες, καὶ ὡς ἀργολογία εὑρίσκεται. Ἠρώτησεν ὁ ἀββᾶς Ἠσαΐας τὸν ἀββᾶν Μα κάριον λέγων· εἰπέ μοι ῥῆμα. καὶ λέγει αὐτῷ ὁ γέ ρων· φεῦγε τοὺς ἀνθρώπους. ἔλεγε αὐτῷ ὁ ἀββᾶς Ἠσαΐας· τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; ὁ δὲ γέρων εἶπεν αὐτῷ· τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι παρεκάλεσα τὸν πατέρα μου, λέγων· εἰπέ μοι λόγον. ὁ δὲ ἔφη· μὴ κακοποιήσῃς τινά, μηδὲ κατακρίνῃς τινά· ταῦτα τήρει καὶ σώζῃ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην. 34.253 Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν, καὶ λέγουσιν αὐτῷ· ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. λέγει αὐτοῖς ὁ γέρων· οἴδατε, ἀδελφοί, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; καὶ λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό. οἴδατε καὶ τὸ χω ρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό· ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ' ἐμαυτῷ ἀναβάζω. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσ ήρχετο αὐτῷ ἀδελφὸς ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· ἀββᾶ, ἄρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτό, οὐκ ἔδερόν σε οἱ τηρηταί; εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγά λου, ὅτι γέγονε, καθώς ἐστι γεγραμμένον, θεὸς ἐπίγειος· ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων. ∆ιηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβη σαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. καὶ ἦλθον πρός με λέγοντες· ποῦ ἐστιν ἡ κέλλα τοῦ ἀββᾶ Μα καρίου; κἀγὼ εἶπον· τί θέλετε αὐτόν; καὶ λέγουσιν· ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως ἤλθομεν ἰδεῖν αὐτόν. λέγω αὐτοῖς· ἐγώ εἰμι. καὶ ἔβαλον με τάνοιαν, λέγοντες· ὧδε θέλομεν μεῖναι. ἐγὼ δὲ βλέ πων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· οὐ δύνασθε καθίσαι ὧδε. καὶ λέγει ὁ μειζό τερος· ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλ λαχοῦ. λέγω ἐγὼ τῷ λογισμῷ μου· διὰ τί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι' ἑαυτῶν φυγεῖν. καὶ λέγω αὐτοῖς· δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον εἰ δύνασθε. καὶ λέγουσι· δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας. ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκλη ρὰν λέγων· λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. ἐνόμιζον δὲ ἐγώ, φησίν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. λέγω αὐτοῖς τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥά πτειν δεῖ, καὶ εἶπον· ποιεῖτε σπυρίδας, καὶ παρ έχετε τοῖς φύλαξι, καὶ φέρουσιν ὑμῖν ψωμία. λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. αὐτοὶ δὲ μεθ' ὑπομονῆς πάντα 34.256 ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς, λέγων· τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλ θον ἐρωτῆσαι λογισμόν; οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλη σίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν