καὶ πρὸς ἀνθάμιλλον. ἄλλοι μὲν οὖν οἷς ἂν βούλοιντο παραμετρείτωσάν σε καὶ ἀντεξεταζέτωσαν, ἐγὼ δέ, εἰ καὶ καινήν τινα καὶ ἀνόμοιον δόξω ποιεῖν τὴν παράθεσιν, ἡλίῳ σε παραβάλλων σαφῆ δώσω τὴν ὁμοιότητα. Κάλλος ἐκείνῳ καὶ μέγεθος καὶ σχῆμα περιφερές, καὶ διπλῆ κίνησις· ἡ μὲν ὑπὲρ φύσιν διὰ τὴν συμπεριφορὰν τοῦ παντός, ἡ δὲ κατὰ φύσιν, τὴν πρὸς ἀνατολὰς καὶ πρὸς ἑσπέραν φημί. σὺ δὲ τί; οὐχ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐ τοῦ πρώτου κάλλους μετέχων ἐπὶ τῷ τῆς ψυχῆς εἴδει; μέγεθος δέ σοι οὐ πρόσεστι νοητόν, ᾧ ψαύεις τῶν οὐρανίων στοῶν; τὸν δὲ νοῦν οὐ πρὸς κύκλον στρεφόμενος, οὐ σεαυτῷ ἶσος καὶ ὅμοιος; οὐ κέντρου μέσον οἷον τῆς ψυχῆς ἡ πρώτη καὶ ἄτομος κίνησις, κύκλος δὲ ὁ περιέχων αὐτὴν νοῦς, γραμμὴ δὲ αἱ πρὸς ἐκείνην φέρουσαι ἀρεταί; οὐκ αὐτοκίνητος ὁ αὐτὸς καὶ ἑτεροκίνητος, νῦν μὲν ἐκ τῆς ἀνατολῆς τοῦ πρώτου ἡλίου κινούμενος, νῦν δὲ ἀπὸ τῆς ἑσπέρας, τῆς γεώδους καὶ χθαμαλῆς φύσεως; οὐκ ἐπίπνους, οὐχ ὅλος μεταπεποιημένος καὶ θεοῦ κινούμενος νεύματι; Τὰ δὲ σωματικὰ πῶς; ὡς λίαν ἀνθάμιλλα καὶ ἀνθήλια, κόμαις ἐπιχρύσοις ἀστράπτεις, χρώμασιν ἀμιμήτοις πυρσεύεις, κάλλεσιν ἀπορρήτοις αὐγάζεις, φέγγεσιν ἀμυθήτοις προλάμπεις. οὐχ ὅλος ἥλιος, οὐχ ἡλίου λαμπρότερος, φαίην ἂν ἔγωγε. εἶεν. ἀλλ' ἐκεῖνος ἁπανταχόσε φοιτᾷ, νῦν μὲν εἰς βορρᾶν ἀνιών, νῦν δὲ τὴν χειμερινὴν πρὸς νότον ἀπελαυνόμενος. καὶ τί καινόν; τοῦτο γὰρ καὶ πτηνοῦ φύσις ποιήσειεν. ἀλλ' ὁ ἡμέτερος βασιλεὺς ἀφ' ἑνὸς τῶν τῆς ἀνατολῆς σημείων, τῆς ἀρρήτου μαρμαρυγῆς πάντα πληροῖ. ἔχω δέ τι καὶ πλέον εὑρεῖν παρά σοι· ὅτι ὁ μὲν λοξὴν καὶ παρεγκεκλιμένην ποιεῖται τὴν κίνησιν δίς που κατ' ὀρθὸν τῆς ἰσημερινῆς ζώνης ἱστάμενος, σοὶ δὲ ἀπλανὴς μὲν ἡ κίνησις. ὁ δὲ δρόμος ὀρθός τε καὶ ἀπαρέγκλιτος. καὶ ὁ μὲν ὑπὸ γῆν διϊὼν αὖθις ἐπάνεισι, σὺ δὲ ἄδυτος ἀεὶ καὶ ὑπέργειος. ἢν δ' ἅπαξ ποτὲ ἐς δυσμὰς ἥκῃς, δέδοικα μὴ τοῦ παντὸς κόσμου τοῦτο ἀφανισμὸς γενήσεται καὶ τῶν φωστήρων ἀπόσβεσις. Τὴν μὲν οὖν σύγκρισιν οὕτως ἡμεῖς καταλλήλως ἀποδεδώκαμεν, καί που διά τι καὶ νενικήκαμεν. σὺ δ' εἴης, ὦ βασιλεῦ, ἐπὶ μᾶλλον φιλοσοφίας ἐρῶν καὶ ταύτῃ τὴν βασιλείαν κοσμῶν, ἣν ὁ μὲν χθόνιος χῶρος χωρεῖν οὐ δεδύνηται ἑστίαν ἔχουσαν παρὰ τῷ θεῷ, νοῦν δὲ ἔλαχεν οἰκητήριον, κἂν ταύτην κατιοῦσαν χωρήσῃς εἰς δύναμιν, αὐτός τε θεὸς γένοιο καὶ ἡμᾶς ἐξεργάσαιο. 2 Λόγος εἰς τὸν βασιλέα τὸν Μονομάχον. Ῥευστὸς μὲν ὁ παρὼν χρόνος, ὦ μέγιστε αὐτοκράτορ, καὶ μηδεμίαν ἔχων ἕδραν ἢ παγιότητα, παροδικὰ δὲ καὶ τὰ κατ' αὐτὸν πράγματα τῇ ἀπαύστῳ τούτου ῥοῇ παραρρέοντά τε καὶ συγκινούμενα. ἀλλ' οἱ πάλαι σοφοὶ μεγάλα τῷ λόγῳ δυνάμενοι ἔστησάν τε τὰ ἄστατα τρόπον τινὰ καὶ ἐπαγίωσαν τὰ ἀνέδραστα, δεσμὸν αὐτοῖς ἄλυτον τὰς συγγραφὰς ἐμβαλόντες. Ὅμηρός τε γὰρ ὁ πάντα εἰδὼς ῥοῆς ἔκγονα καὶ κινήσεως, ὡς αὐτός που βούλεται ἐν οἷς τὸν Ὠκεανὸν εἰσάγει γενέτην, οὐκ ἀφῆκε φυγεῖν τὰ τῆς Ἰλιάδος κακά, οὐδὲ τὸν στόλον τῶν Ἀχαιῶν, οὐδὲ τὰ τῶν βελτίστων ἡρώων ἀνδραγαθήματα, ἀλλ' ἐπέδησε τοῖς ποιήμασι πρὸς αὐτὴν τὴν φύσιν ἀντιταξάμενος. καὶ πάρεστι νῦν ὁρᾶν Ἑλένην ἁρπαζομένην, τοὺς Ἀχαιοὺς καταπλέοντας, τοὺς ἐν τῷ πολέμῳ βαλλομένους, τοὺς βάλλοντας, καὶ πάνθ' ὅσα ἡ πρώτη τοῦ κακοῦ ὑπόθεσις ἤνεγκε. καὶ Πλάτων δὲ ὁ πάντα σοφὸς καὶ τῷ δόγματι τούτῳ μᾶλλον προσθέμενος, ὡς μηδὲ τὸ ὂν χωρεῖν κατὰ τῶν ῥεόντων φέρεσθαι, ἀλλὰ τὸ γίγνεσθαι καὶ τὸ ποιεῖσθαι καὶ τὸ ἀπόλλυσθαι, οὐκ εἴασε ῥυῆναι τοὺς Σωκρατικοὺς διαλόγους, οὐ τοῦ καλοῦ Φαίδρου τὰς ἐρωτικὰς ὁμιλίας, οὐ τοῦ εὐφυοῦς Θεαιτήτου τοὺς περὶ ἐπιστήμης ὅρους, οὐ τὰς περὶ ψυχῆς δόξας Σιμμίου καὶ Κέβητος, ἀλλὰ μεγίστων ἀνδρῶν γνώμας κινδυνευούσας συναπιέναι τῷ χρόνῳ καὶ λήθης ὅ φασι κρυφθῆναι βυθοῖς ἐπέσχε τῷ λόγῳ καὶ παροδεύειν οὐ συνεχώρησε. Νῦν δ' οὐκ ἔστιν οὐδεὶς ὁ κρατῶν τὸ ἀκράτητον, οὐ λόγῳ