Χριστοῦ» χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν' οὕτως ὀνομάσω, ὑπερεχο μέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι «ἐκ μέρους» γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμ βανομένων δι' ὅλων εὑρεῖν τὸν ἕνα πολύτιμον μαργαρίτην καὶ θεωρῆσαι «τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ», οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ «σκύβαλα» τῇ ἰδίᾳ φύσει τυγχάνοντα, σκύβαλα ἀναφαίνεται ἅπερ ἐστὶ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴτια τυγχάνοντα τοῦ αὐτὴν καρποφορῆσαι. 10.10 «Τοῖς πᾶσι τοίνυν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν» καὶ ἔστι τις «καιρὸς τοῦ συναγαγεῖν-τοὺς καλοὺς μαργαρίτας-λίθους» καὶ καιρὸς μετὰ τὴν συναγωγὴν αὐτῶν τοῦ εὑρεῖν ἕνα πολύτιμον μαργαρίτην, ὅτε καθήκει ἀπελθόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἵνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. Ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοι χειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα «ἐπὶ τὴν τελειότητα» χάριν ἔχειν τῇ εἰσαγωγῇ ὡς χρησίμῳ γενομένῃ κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον καὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν. 10.11 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν (13, 47[-50]). Ὥσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἃ ταῦτα γίνεται, ἀλλ' ἡ μὲν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ-φέρε εἰπεῖν-κηρογρα φουμένη εἰκὼν τῆς ἐπιφανείας μετὰ τοῦ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σῴζει τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς ἀλλ' ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται σῴζειν ὁμοίωμα, οὐκέτι δὲ καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δὲ καὶ κήρινον ἐκμαγεῖον γένηται, σῴζειν μὲν πειρᾶται ἀμφότερα -λέγω δὲ καὶ τὰ κατὰ τὴν χρόαν καὶ τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχάς-οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει καὶ ἐπὶ τῶν κατὰ τὸ εὐαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦσθαι οὐ διὰ πάντα τὰ προσόντα τῷ εἰς ὃ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρῄζει ὁ παραληφθεὶς λόγος. Καὶ ἐνταῦθα τοίνυν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες παριστάντες τῷ λόγῳ φύσεις εἶναι ὑποκειμένας διαφόρους τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν· τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἁμαρτάνοντας, ἀποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἂν δικαίως μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουθούσης ἢ ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. Ἰχθύων γὰρ φαύλων καὶ καλῶν ἡ αἰτία οὐ περὶ τὰς ψυχὰς τῶν ἰχθύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο ὅπερ ἐπιστάμενος ὁ λόγος εἶπεν· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν», ὅτε καὶ «ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν». Οὐκοῦν ἐκεῖ μὲν «πᾶσαν ψυχὴν ζώων ἑρπετῶν» «ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν», οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. Ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη ἢ σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι· οὐ γὰρ φύσις ἐν ἡμῖν αἰτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος οὖσα κακοποιητική. Οὕτως δὲ οὐδὲ φύσις αἰτία δικαιοσύνης ὡς ἀνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὃν παρεδεξάμεθα ὁ κατασκευάζων δικαίους· καὶ γὰρ τὰ μὲν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἰδεῖν μεταβάλλοντα ἀπὸ