ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος. Στίχ. κʹ. ∆ιὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἂ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτ' ἂν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κʹ. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται. Ἄλλως. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύ σεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. 17.76 Στίχ. κβʹ. Νίψαι ἐπ' αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον. Στίχ. κδʹ. Καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμη τικώτατον λόγον. Στίχ. κεʹ. ∆ιεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. Τὰ βέλη ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. Στίχ. κεʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρ' ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπό μενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὃ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρή σεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται. Στίχ. κεʹ. Κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, κατα λύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἢν ἔλε γον εἶναι ἁγίαν. Στίχ. κζʹ. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστή σεται τὰ δεινά. Ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ, φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώ πων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα δι' ἁμαρτίας αὐτὸν ἐπηνέχθη. Στίχ. κζʹ. Γῆ δὲ ἐπανασταίη αὐτῷ. Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ. Στίχ. κθʹ. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Μανθάνει τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη; ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκεί νου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκο πον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κρά τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦ. ΚΑʹ. Στίχ. εʹ. Εἰσβλέψαντες εἰς ἐμὲ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πά σχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρ τήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι. Στίχ. ζʹ. Πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιή 17.77 κασι πλουτοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες. Στίχ. ηʹ. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχι κὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μω ρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον. Στίχ. ηʹ. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλ' ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων. Στίχ. θʹ. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ' ἂν εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Στίχ. θʹ. Φόβος δὲ οὐδαμοῦ.