6
"Πόθεν που μεταπέπτωκας;" Πρώτη μὲν οὖν κατηγορία, τὸ πονηρόν· δευτέρα καὶ μείζων ἡ τοῦ ἀγαθοῦ ἐγκατάληψις, ἣν ἐπαναβαίνει τὸ παροξύναι τὸν ἀγαθόν τε καὶ πρᾶον· τῶν, κατὰ τὴν ἀναλογίαν, ὀργὴ θησαυρίζεται. Ἀλλ' ὥσπερ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται· οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Περὶ οὗ φησιν· "Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὡς δὲ πᾶν εἶδος θεραπείας προσενεγκὼν ἁμαρτάνουσι, Τί ἔτι πληγήσεσθε, φησί; Τοῖς μὲν γὰρ ἰάσιμα πλημμελήσασι φησὶν ἀπειλῶν ὁ λόγος· "Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν." Τοῖς δὲ νοσοῦσιν ἀνίατα· Τί ἔτι πληγεῖτε; ὡς ἄν τις ἀπορῶν καὶ ἀπογνοὺς τὴν διόρθωσιν. Τῶν δὲ περιστατικῶν συγχωρήσεων, αἱ μὲν ἐφ' ἁμαρτήμασι γίνονται· αἱ δὲ πρὸς τὴν τῶν πειραζομένων βελτίωσιν· αἱ δὲ πρὸς ἀνάδειξιν ἀρετῆς λανθανούσης, ὡς ἐπὶ τοῦς Ἰώβ· αἱ δὲ πρὸς τὴν τῶν ἀπεγνωσμένων ἀπώλειαν, ὡς αἱ νῦν ἀπειλούμεναι, ὥσπερ αἱ τοῦ Φαραώ. Ταύτας δὲ δυνατὸν μόνως νοεῖν, μετὰ τὸ σωτήριον πάθος παραδοθέντος τοῦ ἔθνους. Οὐ γὰρ ἦν ὅ τι μεῖζον ἁμάρτωσιν Ἰουδαῖοι εἰπόντες· "Αἶρε, αἶρε, σταύρου αὐτόν." "Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα." Τοιγαροῦν διαμαρτύρονται τούτοις οἱ τοῦ Χριστοῦ μαθηταὶ ὡς πρώτοις κατάρξαντες, καὶ μὴ δεξαμένων ἐπὶ τὰ ἔθνη τρεπόμενοι, μονονουχὶ λέγοντες· "Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτήν." Βαβυλῶνι γὰρ, ὡς ἀσεβεῖς, ἀπεικάζονται. Αἱ γὰρ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἁμαρτίαι οὐκ ἦσαν ἀνίατοι. Καὶ προφήτας γὰρ ἔσχον ἐν Βαβυλῶνι. Καὶ πάλιν ἐναπελθόντες, τῇ λατρείᾳ τῇ κατὰ νόμον ἐχρήσαντο, μετὰ δὲ τοὺς Ῥωμαίους, οὐκ ἔτι, καθαιρεθέντος αὐτοῖς τοῦ νεὼ, καὶ πάντων διεσπαρμένων. Κύριον ἄρα καὶ ἅγιον Ἰσραὴλ τὸν Χριστὸν παρίστησιν ὁ προφήτης, ὃν ἐγκατέλιπον, ὄτε καὶ πᾶσα κεφαλὴ τούτων εἰς πόνον ἐγένετο, ἀρχικὴ δῆλον ἐξουσία ταπεινωθεῖσα. Καὶ ἀπὸ ποδῶν μέχρι κεφαλῆς ἡ πληγή. Ἀπὸ σμικροῦ μέχρι τοῦ μείζονος. Τοιγαροῦν ἀπεγνώσθησαν. Τίς γὰρ ἂν αὐτοῖς μείζων ἐπεγένετο θεραπεία, μετὰ τὴν ἐκ τοῦ Σωτῆρος ἐπιδημήσαντος, τοῦ πᾶσαν νόσον καὶ μαλακίαν ψυχῶν τε καὶ σωμάτων τοῖς πεπιστευκόσι δυνηθέντος ἰάσασθαι; Τινὲς δὲ, πᾶσα κεφαλὴ, τὸν καθ' ἕνα φασὶν ἄνθρωπον, ὡς τὸ, "Λάβετε ἀρχὴν ἀπὸ πάσης συναγωγῆς Ἰσραὴλ κατὰ κεφαλὴν αὐτῶν." Ὡς μηδενὸς εὑρεθέντος ἀξίου τὴν ἀπειλουμένην δίκην διαφυγεῖν. Ἔστι δὲ τραῦμα μὲν, λύσις τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης· ὃ δηλοῦν δύναται τὰ σχίσματα τῆς Ἐκκλησίας. Ὁ δὲ μώλωψ, ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος. Καὶ τοῦτο δὲ 1836 κατά τι μέρος συνίσταται· ὃ τὰς ὑπούλους καρδίας δηλοῖ. Φλεγμονὴ δὲ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός· ὃ δηλοῖ, ψυχῆς ἔπαρσιν ἐξ οἰήσεως ἀλόγου ὀγκουμένης, καὶ διὰ τοῦτο κατὰ τῆς γνώσεως ἐπαιρομένης Χριστοῦ. Φησὶ δὲ περὶ τῶν Ἰουδαίων, ὡς οὐχ ἓν ἀφωρισμένως ἐσχήκασι πάθος, ἀλλ' ἡνωμένως αὐτοῖς ἐπίκειται τὸ κακὸν, ὡς πάντα συγκεχῦσθαι ὁλοσχερῶς τὰ πάθη, καὶ μὴ δέχεσθαι πάθος ἕκαστον τὰ κατάλληλα βοηθήματα. Μάλαγμα μὲν οὖν ὁ μετὰ πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος. Ἔλαιον δὲ ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν, καὶ ὕπουλον, καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολόγων καταλεαίνων. Κατάδεσμος δὲ ὁ τὰ πρὸς διάστασιν ἐπειγόμενα συγκρατῶν. Τὸ δὲ, Οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, καὶ τὰ ἑξῆς, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιὲς, ἀλλὰ τραῦμα, καὶ μώλωψ, καὶ πληγὴ, τραύματος οὐ σφιγγομένου, οὐδὲ ἐπιδεννομένου, οὐδὲ ἁπαλυνομένου ἐλαίῳ. ζʹθʹ. 9Ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν9, κ.τ.λ. Ταῦτα προεῖπεν ἐπὶ τῆς Ὀζίου βασιλείας, ἐπληρώθη δὲ μερικῶς μὲν ὑπὸ Βαβυλωνίων· ἐπὶ δὲ τῆς ὑπὸ Ῥωμαίων πολιορκίας ὁλοσχερῶς, ἃ μέχρι νῦν ὁρᾶται. Ἀμπελῶνα δὲ τὸ ἔθνος καλεῖ. Λέξει γὰρ προϊών· "Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ