ἐστράτευσεν λαὸν πολὺν συναθροίσας καὶ τοὺς Ἀβάρεις καὶ πάσας τὰς Σκλαβινίας· πρὸς δὲ τούτοις παρασκευάζει διαφόρων ἑλεπόλεων ὄργανά τε καὶ μηχανήματα καὶ μαγγανικὰ παμμεγεθέστατα, τριβόλους καὶ πετροβόλους καὶ χελώνας καὶ ὑψηλοὺς κλίμακας, σφαίρας τε καὶ μοχλοὺς καὶ ὄρυγας, κριούς τε καὶ βελοστάσεις, πυρόβολά τε καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βαλέσθαι βέλη καὶ σφενδόνας, πάντα τὰ μηχανήματα κατὰ τῶν ἐπάλξεων πρὸς τὸ ἑλεῖν τὴν πόλιν. ἐπὶ τὸ δυτικὸν δὲ μέρος, φησίν, τῆς πόλεως κατὰ τοῦ τείχους τῶν Βλαχερνῶν ταῦτα πάντα βούλεται προσαγαγεῖν τὰ μηχανήματα, ἔνθα καὶ ἐτοξεύθη, σταβλίζων βόας χιλιάδας δέκα πρὸς τὸ βαστάξαι πάντα τὰ προλεχθέντα ὄργανα, τεθέντα ἐπὶ ἁμαξῶν, ἃς προσέταξεν χιλιάδας εʹ σιδηροδεθέντας. ταῦτα ἀκούσας Λέων, πέμψας τε κατασκόπους καὶ μα 618 θὼν τὴν ἀλήθειαν, συναθροίσας λαὸν πολὺν καὶ τεχνίτας ἤρξατο κτίζειν ἕτερον τεῖχος ἔξωθεν τοῦ τείχους τῶν Βλαχερνῶν, κόψας καὶ τὴν σούδαν πλατεῖαν. καὶ ἀρξάμενος κτίζειν, μήπω τελέσας, ἵνα δείξῃ ὁ θεὸς ὁ διασκεδάζων βουλὰς ἐθνῶν, ἀθετῶν λογισμοὺς λαῶν καὶ ἀθετῶν βουλὰς ἀρχόντων, ὅτι οὐκ ἐν τῇ μηχανίᾳ καὶ τῇ ἰσχύϊ αὐτῶν οἱ ἄνθρωποι δύνανταί τι ποιῆσαι, οὔπω τοῦ ἔαρος καταλαβόντος, ὡς φασί τινες διασωθέντες τῆς αἰχμαλωσίας ἀπὸ Βουλγαρίας, περὶ τῇ μεγάλῃ πέμπτῃ τοῦ πάσχα ὁ πρῶτος Βουλγαρίας ὁ Κροῦμος, ὁ περίφημος, ὁ τὴν πόλιν ἑλεῖν βουλόμενος, τέλει τοῦ βίου ἐχρήσατο ἀοράτως σφαγιασθείς· ὃς καὶ ἐξήγαγεν αἱμάτων ὀχετοὺς διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ τῶν ὤτων αὐτοῦ, καὶ οὕτως ἀπέρρηξεν τὴν ψυχὴν αὐτοῦ ἐν κακοῖς. 12. Ἐπαρθεὶς τοίνυν τῷ φρονήματι ὁ Λέων, ὅτι αὐτὸς κατέβαλε τὸν πολέμιον, οὐχὶ θεός, ἔπεμψεν εἰς πάσας τὰς χώρας σάκρας, ἀναγγέλλων ὅτι εὗρον τοὺς Βουλγάρους ἐγγὺς ὄντας τῆς πόλεως, καὶ διὰ τῆς φρονήσεως καὶ ἀνδρίας καὶ διὰ τῆς ἀγωγῆς μου τοξεύσας τὸν πρῶτον αὐτῶν πάντας ἀπώλεσα· ὅστις καὶ διὰ τὴν πρόφασιν ταύτην ἀποθνήσκει, φησίν, ὁ ἐχθρὸς ἡμῶν. καὶ ταῦτα μὲν περὶ τούτου· (13) λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν ῥαγῆναι αὐθωρόν, τὴν τοῦ ἀθέου βασιλέως κατάλυσιν εὐαγγελιζομένην, καὶ πολλοῖς πλέουσιν ἀκουστὴν γενέσθαι· ἧς τὸν καιρὸν 619 καὶ τὴν ὥραν ἀπογραψάμενοι (ἦν γὰρ δεκάτη ὥρα τῆς νυκτὸς) ἐσχάτως εὗρον τὴν ἀλήθειαν. 14. Ὅμως τὸν Μιχαὴλ εἱρκτὴ καὶ δεσμὰ εἶχον· καὶ ἐπεὶ ἐβούλετο αὐτὸν μετὰ τὴν ἑορτὴν τῶν Χριστοῦ γέννων ἀνελεῖν, δηλοῖ ὁ Μιχαὴλ τοῖς συμβούλοις, μεθ' ὧν ἦν καὶ ὁ τοῦ παλατίου παπίας, ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ἡμᾶς καταμηνύω τῷ βασιλεῖ. οἱ δὲ συναχθέντες καὶ φελόνια ὡς ἱερεῖς φορέσαντες, καὶ ἔνδοθεν τὰ ξίφη φοροῦντες, ἐπεὶ τὸ παλάτιον ἀνεῴχθη καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν εἰσῆλθεν, αὐτοὶ εἰσπηδήσαντες τοῦτον μεληδὸν κατέκοψαν καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ Πρώτῃ νήσῳ ἔχωσαν. καὶ αὐτῇ τῇ ὥρᾳ λύουσι τῶν δεσμῶν τὸν Μιχαήλ, καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ ἀντὶ δεσμοφόρου στεφηφόρον. καὶ ἐπληρώθη τὸ προφητικὸν τὸ "ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις." τήν τε γαμετὴν αὐτοῦ ἐν τῇ τῶν ∆εσποτῶν μονῇ ἀπαγαγεῖν· Συμβατίῳ δὲ τῷ υἱῷ τῷ κατὰ τὸ στέψιμον μετονομασθέντι Κωνσταντῖνον, καὶ τοῖς λοιποῖς, Βασιλείῳ τε καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, ἐν τῇ Πρώτῃ νήσῳ ἀποκείραντες μοναστὰς πεποιήκασιν. ἔνθα καὶ Κωνσταντῖνος μετονομασθεὶς Βασίλειος, ἀφωνίᾳ συσχεθεὶς μετὰ τὸ τὰ γόνιμα τῶν μορίων ἀφαιρεθῆναι, ἐδέετο μὲν τοῦ θεοῦ, ἀλλὰ καὶ Γρηγορίου τοῦ θεολόγου ἐκεῖσε ἀνεστηλωμένου, τὴν ἑαυτοῦ λυθῆναι φωνὴν καὶ τὴν γλῶτταν τὸ εὔηχον ἀπολαβεῖν. ὅθεν καὶ εἰση 620 κούσθη. κατὰ γὰρ τὴν τῶν φώτων πανήγυριν ὁρᾷ τὸν θεῖον ἐκεῖνον χαρακτῆρα, "τὸν κηρὸν" λέγοντα "λαβὼν ἀνάγνωθι." ὁ δὲ ἀδιστάκτως εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ "πάλιν Ἰησοῦς ὁ ἐμός." ἔκτοτε οὖν τὴν πατροπαράδοτον αὐτοῦ βδελυξάμενος αἵρεσιν τὰς τῶν ἁγίων ἰδέας ἐτίμα καὶ περιεπτύσσετο. ἀλλὰ ταῦτα μὲν ὕστερον. Κόσμου ἔτος τιδʹ, τῆς θείας σαρκώσεως ἔτος ωιδʹ, Ῥωμαίων βασιλεὺς Μιχαὴλ Ἀμοραῖος ὁ