1

 2

 3

 4

 5

 6

 7

6

συνέβαινεν, εἴτε καὶ τὴν σκηνήν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν ὡς ἂν ἐν αὐτῇ τοῦ θεοῦ τυγχάνοντος, καὶ τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον. καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ κυρίου οὗ ἦν ἡ κιβωτὸς τοῦ θεοῦ, μήπω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος. ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωϋσεῖ κελεύων, ὁ θεὸς προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν καταπετασμάτων μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον. Hebr 9,28 Νῦν, φησίν, ὀφθείς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο, τότε δὲ τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ χωρὶς ἁμαρτίας τοῦτο λέγει ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθήσεται τότε.

Hebr 10,5 Ταῦτα εἴρηται μὲν τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν θεὸν βουλομένοις

εἰπεῖν ὅτι θυσίας με οὐκ ἀπῄτησας ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὐθύ μοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν. μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ταύτῃ φησίν, ἀντὶ τοῦ ὠτία, σῶμα, εἰπών, κατηρτίσω μοι. Hebr 10,26-27 Ἀνάγκη τοὺς ἐνταῦθα πρὸς τὰ χείρω μεταστάντας ἀπὸ τῶν κρειττόνων, ἀναστάντας τῇ κολάσει παραδοθῆναι λοιπόν, οὐκ ἐπιδεχομένους τότε μετάνοιαν. οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τῷ μὴ εἶναι τότε συγχώρησιν λαβεῖν τὸν ἐπὶ τῷ πταίειν ἐνταῦθα μεμενηκότα καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελοῦντα ἁμάρτημα.

210 Hebr 11,1-2 Τὸ περὶ τῆς πίστεως ζητούμενον παρὰ Ἰουδαίοις μάλιστα

εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν. ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον τῷ Χριστῷ σύντομον ἁπάντων δέχεται· τὴν ἀπαλλαγήν, τῆς παρ' αὐτοῦ δικαιώσεως ἀξιούμενος. ὅθεν ὁρισάμενος αὐτήν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε καὶ μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Hebr 11,19 Ἀκολούθως ἔτυχε τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο. τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενόμενον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησομένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσάμενος ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών. τὸ γοῦν ἐν παραβολῇ ἀντὶ τοῦ ἐν συμβόλοις.

Hebr 12,1 Οὐχ ἁπλῶς εἶπεν ὅτι εἷς πᾶσι τῆς ἀνταποδόσεως καιρόςοὐ γὰρ

τοῦτο ἦν αὐτῷ προκείμενονἀλλ' ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ' ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα, εἴπερ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας ὥστε μετ' ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως. μαρτύρων δὲ ἐνταῦθα οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρούντων πρὸς τὴν πίστιν.