1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

πάντας ὅτι ἤδη τέθνηκεν. καὶ περὶ ὥραν πέμπτην τῆς ἑβδόμης ἡμέρας ἐξαίφνης ἀνέβλυσεν ὕδωρ ἀπὸ ἀνατολῶν τῆς μάνδρας αὐτοῦ, καὶ ὀρύξαντες ηὗρον τύπον σπηλαίου πεπληρωμένον ὕδατος. καὶ ᾠκοδόμησαν ἐν αὐτῷ στόματα ἑπτά. καὶ πάντες ἐδόξαζον τὸν θεὸν τοῦ οὐ ρανοῦ καὶ τῆς γῆς.

22 [Βασίλισσα δέ τις τῶν Σαρακηνῶν στεῖρα ὑπάρχουσα ἀπῆλθεν δεομένη αὐτοῦ διὰ τὸ τεκεῖν αὐτήν. ὠνειδίζετο γὰρ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς καθ' ἑκάστην ἡμέραν καὶ πολλὰ προσ πίπτουσα καὶ δεομένη ἐπὶ ἱκανὰς ἡμέρας ἦν προσκαρτεροῦσα ἐπὶ τοῦ στύλου τοῦ ἁγίου Συμεῶνος. ἐδήλωσεν οὖν αὐτὴν ὁ ἅγιος· Ἄπελθε εἰς τὸν οἶκόν σου καὶ ἔχει ὁ κύριος τὰ συμ φέροντά σοι παρασχεῖν. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς συνεγένετο τῷ ἀνδρὶ αὐτῆς καὶ παραχρῆμα συνέλαβεν. καὶ ἔτεκεν θυγατέραν. καὶ ἐπὶ ἐνιαυτοὺς πέντε οὔτε ἐλάλει οὔτε περιεπάτει. καὶ ἔρχεται μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῦ τέκνου αὐτῆς προσκλαίουσα, καὶ ἀποκριθεὶς ὁ ἅγιος Συμεὼν εἶπεν αὐτοῖς· Παραμείνατε καὶ ἔχει ὁ θεὸς βοηθῆσαι. ὡς δὲ ἐποίησαν ἡμέρας ἑπτὰ οὐδὲν εὐεργετοῦντο καὶ λελυπημένοι ἀνεχώρουν λέγοντες ὅτι Πάντως οὐκ ἠθέλησεν ὁ κύριος ἰάσα σθαι αὐτήν. ὁδευόντων δὲ αὐτῶν καὶ ἀπελθόντων οὐκ ὀλίγῳ στρέφονται ἰδεῖν τὸν κίονα τοῦ ἁγίου Συμεῶνος. καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτῶν ἐξαίφνης ἀνέκραξεν λέγουσα· ∆όξα σοι ἅγιε Συμεών. καὶ θεασάμενοι οἱ γονεῖς τοῦ παιδίου ἐδόξασαν τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος.

23 Ἕτερον δὲ μυστήριον ἀκούσατε. ἐν μιᾷ τῶν ἡμερῶν στρατιωτῶν ὁδευόντων, γυνή τις ἐκ πολλῆς ἐπιθυμίας ἐλθοῦσα ἰδεῖν τὸ πρόσωπον τοῦ ἁγίου Συμεῶνος προφάσει ποίᾳ ἰδέ σθαι αὐτόν· ἐμηχανᾶτο τοίνυν ἀνδρὸς σχῆμα ἀναλαβεῖν καὶ ἰδέ σθαι αὐτόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἶδεν στρατιώτας ἱκανοὺς ἀπερχομένους πρὸς τὸν ἅγιον εὔξασθαι. καὶ ἀναλαβομένη τὸ στρατιωτικὸν σχῆμα καὶ αὐτὴ συνωδοιπόρει αὐτοῖς. καὶ φθά σαντες παρὰ τὸν τόπον, ὅπου ἦν ὁ στύλος τοῦ ἁγίου Συμεῶνος, λέγει τοῖς σὺν αὐτῷ στρατιώταις· Ἀδελφοί, εἰ βούλεσθε, κατα λείψαντές μοι τὰ ζῷα ὑμῶν εἰσέλθατε καὶ εὐλογήθητε παρὰ τοῦ δικαίου, καὶ ὅταν ἐξέλθητε πάλιν εἰσέρχομαι κἀγώ, ὅπως ἀξιωθῶ εὐλογηθῆναι παρὰ τοῦ δικαίου. εἰσελθόντων δὲ αὐ τῶν καὶ προσκυνησάντων αὐτῶν λέγει αὐτοῖς ὁ ἅγιος Συ μεών· Εἷς στρατιώτης ἐξ ὑμῶν κατελείφθη ἔξω. οἱ δὲ εἶπον αὐτῷ· Ναὶ δέσποτα· ζῷα ἡμῶν φυλάττει. καὶ ἀποκριθεὶς ὁ δίκαιος εἶπεν αὐτοῖς· Ἐξελθόντες εἴπατε αὐτῷ· Μὴ σκύλλου, εἰσηκούσθης γὰρ καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. οἱ δὲ ἐξελ θόντες ἐπυνθάνοντο παρακαλοῦντες αὐτὸν ὅτι Τί σοι ἀγαθὸν πέπρακται παρὰ τῷ θεῷ; ἰδοὺ γὰρ εἶπεν ἡμῖν ὁ δίκαιος ὅτι Εἴπατε τῷ μεθ' ὑμῶν στρατιώτῃ τῷ ἀπομείναντι ἔξω· μὴ σκύλλου, εἰσηκούσθη γὰρ ἡ δέησίς σου καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁμολογῶ ὑμῖν, ἀδελ φοί, γυνή εἰμι καὶ ἐκ πολλῆς ἐπιθυμίας εἶχον ἰδέσθαι τὸν δί καιον, ἐπειδὴ ἁμαρτωλὸς ὑπάρχω. καὶ ἀκούσαντες οἱ στρα τιῶται ἐξεπλήττοντο εὐλογοῦντες τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος καὶ ἐπορεύοντο ἐν εἰρήνῃ.

24 Ἄλλο δὲ μυστήριον ἐὰν ἀκούσῃς. παραγενομένου πλή θους ἱκανοῦ † κατὰ τὸ ἔθος μετὰ θυμιάματος κράζων αὐτῷ· ∆οῦλε τοῦ θεοῦ, ὁ λαὸς τὴν εὐλογίαν σου προσκαρτερεῖ δέ ξασθαι, κέλευσον ἀπόλυσον αὐτούς, ἰδοὺ γὰρ πολλὴν ὥραν ἔχουσιν προσκαρτεροῦντες, καὶ οὐδεμίαν ἀπόκρισιν ἐλάμβανον. οὐδὲ γὰρ παρῆν τὸ πνεῦμα αὐτοῦ. ἐν δὲ τῷ κράζειν με αὐ τὸν ἐπιμόνως καὶ μὴ λαμβάνειν ἀπόκρισιν ἤρξατο ὁ διάκων ὀδύρεσθαι ἄνω παρὰ τὸν κίονα νομίσας ὅτι ἀπέθανεν. καὶ θεασάμενον τὸ πλῆθος τοῦ λαοῦ ἤρξατο στρεγγίζειν καὶ κό πτεσθαι κοπετὸν μέγαν πενθοῦντες τὰς ἁμαρτίας αὐτῶν. καὶ ὡς μετὰ ὥραν ἱκανὴν πάλιν ὑπέστρεψεν τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, καὶ ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοί, πλοῖον μέγα ἐν τῇ θαλάσσῃ ἐχειμάζετο σφοδρῶς τῇ ὥρᾳ ταύτῃ, ἔχον[τα] ὡς τριακοσίας ψυχάς· καὶ ἔκραξαν