Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψεως. 50 Jο 9,7 Ἡ τοῦ Σιλωὰμ εἰς τὸ ἔργον συμπαράληψις ὃ ἑρμηνεύεται ἀπεσταλ μένος καθὰ καὶ ὁ εὐαγγελιστὴς οὐ μάτην ἐπεσημαίνετο, δηλοῖ τὴν τῆς δημι ουργοῦ δυνάμεως ἀποστολὴν εἰς τὴν τοῦ ἰδίου δημιουργήματος ἀνανέωσιν ἀπο καθαρτικὴν μὲν τῶν ἁμαρτιῶν γινομένην, οὗ σύμβολον τὸ ὕδωρ ἦν τὸ τῆς κολυμβήθρας, διὰ δὲ τῆς τῶν ἁμαρτιῶν ἀποκαθάρσεως ὑγείαν ἐπανάγουσαν καὶ εἰς

ἀρτιότητα τὴν νενοσηκυῖαν καὶ πεπηρωμένην φύσιν. 51 Jο 9,10-17 Οὐχ ὡς μαθεῖν τι δεόμενοι παρὰ τοῦ τυφλοῦ τὴν ἐρώτησιν οὗτοι προσά γουσιν, ἀλλ' ὥσπερ ἐκδυσωποῦντες αὐτὸν δυσφημότερόν τι κατὰ τοῦ κυρίου φθέγξασθαι διὰ τὴν δοκοῦσαν περὶ τὸ σάββατον ὀλιγωρίαν· ᾤοντο γὰρ ὑπὸ πολλῶν ὄντων αὐτῶν ἑλκυσθήσεσθαι τὸν ἕνα καὶ ταῦτα πένητα καὶ εὐτελῆ καὶ προσαίτην, μέγα δὲ ἡγοῦντο τὸν εὐεργετηθέντα παῦσαι τῆς εἰς αὐτὸν εὐφημίας ὡς ἐκ τούτου καὶ κατακρύψαι δύνασθαι τὸ πραχθὲν μὴ μαρτυρούμενον ὑπ' αὐτοῦ τοῦ ἰαθέντος. ἀλλ' οὐκ εἶξεν, ἅτε πείρᾳ τὸν κύριον ἐγνωκώς, ἀλλ' ὅσον ἐδύνατο καταλαβεῖν εὐφήμως λέγει περὶ αὐτοῦ προφήτην εἶναι φάσκων καὶ τοῦτο εἰκότως, ἐπείπερ οὐκ ἰδίᾳ δυνάμει πεποιηκότα αὐτὸν ἠπίστατο τῆς θεότητος τὴν ἐξουσίαν ἀγνοῶν. 53 Jο 9,16 Τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς καὶ ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασιν δίκην καὶ σκοτῶσαι τὸν λογισμόν. καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ "πηλὸν ἐποίησεν" , κρίνουσιν, ἐξεπίτηδες τοῦ κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένου τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς "ὑπὸ τὰ στοιχεῖα" δουλείας, ὡς ὁ ἀπόστολός φησιν, ἐλευθερώσῃ τοὺς ἀνθρώπους ἀνέτους ποιήσας ἀπὸ τῆς σαββατικῆς δουλείας εἰς τὴν θεοῦ δουλείαν· τὸ γὰρ θεοῦ ἔργα κατὰ τὴν σαββα τικὴν ἀργίαν ἐργάζεσθαι θεῷ δουλεύειν

ἦν ἀντὶ σαββάτου. 54 Jο 9,18-19 Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγεννημένος τυφλὸς οὗτός ἐστιν ὁ νυνὶ βλέπων. φησὶ δὲ αὐτοὺς ὁ εὐαγγελιστὴς μηδὲ πιστεύειν· οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν καὶ εἰς θεοῦ δύναμιν παραταττομένην, ὥστε οὐκ ἀναίτιοι τῆς ἀπιστίας, ἀλλὰ καὶ σφόδρα ὑπαίτιοι σκληρότητα κατασκευάσαντες ἐν ἑαυτοῖς, δι' ἣν οὐχ ὑπεδέχοντο τὸ τῆς πίστεως ἀγαθόν. θορυβοῦσι δὲ τοὺς γονεῖς ἐγκαλοῦντες, ὅτι τυφλὸν λέγοιεν γεγεννῆσθαι τὸν υἱὸν ἑαυτῶν· πῶς γάρ, φασίν,

βλέπειν υἱόν. 55 Jο 9,28-31 Ἐξ ὑπεροψίας τοῦτο ὑμεῖς φατε. ὃ λέγουσιν, τοιοῦτόν ἐστιν. οἴδαμεν, ὅτι ὁ θεὸς διὰ Μωυσέως ἐνομοθέτησεν, τοῦτον δὲ οὐκ ἴσμεν εἰ μὴ ὡς παραλύοντα τὸν νόμον· ἐν γὰρ σαββάτῳ τυφλὸν ἐθεράπευσεν· τούτῳ γὰρ τῷ σκοπῷ λέγουσι μὴ εἰδέναι αὐτόν. τὸ δὲ σὺ εἶ μαθητὴς ἐκείνου ὡς ἐξευτελί ζοντες αὐτὸν εἰρήκασιν ἐκείνου, τὸ δὲ μὴ εἰδέναι λέγουσιν ὡς ἔχοντες περὶ τῆς κατὰ σάρκα αὐτοῦ γεννήσεως ὑποψίαν μηδὲν περὶ τῆς ἀρρήτου αὐτοῦ γεννήσεως δυνάμενοι ἐννοῆσαι. τί οὖν πρὸς τοῦτο ὁ τεθεραπευμένος; ἐκ τῶν αὐτῶν λόγων δράττεται αὐτοὺς καὶ ἑαυτοῖς περιπίπτειν ποιεῖ. τοῦτο, φησίν, τὸ θαυμαστόν, ὅτι οὐκ οἴδατε πόθεν ἐστίν, ὑπερβαῖνον τὴν ἀνθρωπίνην κατάληψιν. εἶτα ἐπειδὴ αὐτὸς οὐκ ἄνωθεν εἴρηκεν, ἀλλ' εἰδώς, ὅτι οὐχ ἁμαρτωλός ἐστιν, φησὶ γάρ, ὅτι οἴδαμεν, ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει.

7