Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐναντίων ὁ σωτὴρ τοῖς ἀφιεῖσι καὶ ἀφίεσθαί φησι, δικαίως μὲν πράττων κατὰ τὴν τῆς κρίσεως ἰσότητα καὶ τὴν τῆς δικαιοσύνης ἀντίδοσιν, τὸ δὲ μὴ ἐλεεῖν τὸν ἁμαρ τωλὸν οὐκέτι τὸ ἴσον φυλάττων ὅπερ ἐφ' ἑτέρων ἁμαρτωλῶν τῶν ἐλεηθέντων. διόπερ ἐπάγει πάλιν ὁ ἀπόστολος· ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει καὶ τὰ ἑξῆς. ὁ γὰρ τῶν ἴσων, φησί, μὴ τυγχάνων πρὸς τοὺς ἄλλους ἁμαρτωλούς, ἀλλ' ἀντὶ τοῦ ἐλεεῖσθαι καὶ πρὸς μετάστασιν τῆς πονηρίας καλεῖσθαι τοὐναντίον πάσχων καὶ παραδιδόμενος εἰς τὸ σκληρύνεσθαι, πῶς ἂν εἰκότως ἔτι καὶ μέμψιν κομίσαιτο τὴν παρὰ τοῦ θεοῦ, ὅτι μὲν οὖν οὐ τυγχάνει τῶν ἴσων τοῖς ἐλεουμένοις; οὔτε ὁ Φαραὼ σκληρύνεται γάρ, οὔτε τις ἕτερος τῶν εἰς τὸ κρίμα πιπτόντων, οὐκ ἔστιν ἀντειπεῖν οὐδὲ ὡς αἴτιός ἐστιν τῆς σκληρότητος ὁ σκληρυνόμενος. δῆλον γὰρ δήπου καὶ τοῦτο, ἀλλὰ πού φησιν· ὦ ἄνθρωπε, καὶ ὑπὲρ σὲ ζητῆσαι τῆς ἀνισότητος ταύτης τὸν παρὰ θεῷ μυστικὸν λόγον. ὅτι μὲν γὰρ ἐκτὸς ἀδικίας ἐστίν, προείρηται, σοφίας ὂν προνοητικῆς, οὐκ ἀνταποδόσεως δικαστικῆς, τὸ τὸν ἁμαρ τωλὸν μὴ ἐλεεῖν. ἑξῆς δὲ ἐπὶ τούτοις ὁ ἀπόστολος ἐφ' ἑκάτερα προάγει τὸν λόγον, ἐπί τε τὸ δεικνύναι μὴ προσήκειν ἀνθρώποις τὰ τοῦ θεοῦ βάθη περιεργάζεσθαι, ἐπί τε τὸ σώζεσθαι λόγον ὀρθότατον τῆς σωτηριονοίας καθὸν εἰσί τινες οἱ μὴ ἐλεούμενοι καὶ οἱ τοῦ ἐλέου τυγχάνοντες· μὴ ἐρεῖ γάρ, φησί, τὸ πλάσμα τῷ πλάσαντι καὶ τὰ ἑξῆς. τοῦτο μὲν ἐπικόπτει τὴν προπετῆ τῶν πολλῶν περιεργίαν λεπτῶς ἀνακρίνειν τὰ τοῦ θεοῦ βουλήματα φιλονεικούντων, ἀνεξερεύνητα ἀνθρώποις πρὸς τὸ λεπτότατον. τίς γὰρ εἶ σύ, φησίν, ὁ θεὸν ἀνακρίνων; καὶ περὶ ὧν ἀνατέταχεν διαζητῶν; ἀδύνατόν σοι γνῶναι τὸν τοῦ δημιουργοῦ νοῦν, ὥσπερ καὶ πλάσματι τὸν τοῦ πλάσαν τος· οὐδὲν γὰρ ἀψύχου διαφέρεις εἰς τὸ δυνηθῆναι θεοῦ γνώμην κατα λαβεῖν. ἄτοπον δὲ καὶ τὴν ἐξουσίαν τὴν τοῦ θεοῦ περικόπτειν ἐπιχειρεῖν, ὡς οὐκ ὀφείλοντος ἔχειν ἐπ' ἐξουσίας τάττειν ἕκαστον τῶν ποιουμένων ἐν ᾗ καὶ βούλοιτο τάξει καὶ εἰδείη συμφέρον, εἰ καὶ μία πάντων ἡ φύσις καὶ πάντες ἐλέου δεκτικοί. ὥσπερ γὰρ ἐξουσία τῷ κεραμεῖ μιᾶς καὶ τῆς αὐτῆς ὕλης τοῦ πηλοῦ προκειμένης, τὸ μὲν ἐπὶ τιμῇ σκεῦος, τὸ δὲ ἐπ' ἀτιμίᾳ ποιεῖν, οὕτω δὴ καὶ τῷ τῶν ὅλων δημιουργῷ προγινώσκοντι τὰ μέλλοντα καθ' ἅπερ παρόντα, τὸν μὲν ἐλεηθησόμενον παράγειν, τὸν δὲ προεθησόμενον. σεβασμίως δὲ ταῦτα καὶ θείως προειπὼν πρὸς τοὺς θρασεῖς καὶ ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπαιρομένους, ἀποκαλύπτει καὶ τῆς βουλῆς τοῦ θεοῦ τὸν σκοπὸν καί φησιν· εἰ δὲ θέλων ὁ θεός. 69

Rom 9,33 Κεῖται ἡ προκειμένη λέξις ἐν ταῖς Ἡσαΐου προφητείαις διεσπαρμέ νως, οὐχ ὡς εἴρηται νῦν ὑπὸ τοῦ ἀποστόλου, συνηθροισμένως. περὶ μὲν γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ κυρίου κατὰ τὴν ἔκδοσιν τὴν Ἀκύλα ᾗ συμπεφώνηκε καὶ ἡ ἀποστολική· αὐτὸς φόβημα ὑμῶν καὶ αὐτὸς θρόησις ὑμῶν καὶ ἔσται εἰς ἁγίασμα καὶ εἰς λίθον προσκόμματος στερεὸν σκανδάλου. μετὰ πολλὰ δὲ ἔστιν ὅτι ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ. καὶ ἔστι γε ἐνιδόντας ἀκριβῶς ἑκατέρῳ μέρει τῆς λέξεως κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ λίθον ἁπλῶς εἰρημένον, ἐν τῷ ἑτέρῳ τὸν κύριον ἡρμηνευμένον ἐπὶ τοῦ θεϊκοῦ ἀξιώματος.

Rom 10,4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαίωσιν. οὐ γὰρ δικαιούμενος, φησίν, ἄνθρωπος ἐν νόμῳ, Χριστῷ πιστεύσας δικαιοῦται, ὡς καὶ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εὐηγγέλισται λέγων· γνωστὸν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ σωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. εἰ τοίνυν ὅπερ ἐσπουδάζετο μὲν ὑπὸ τοῦ νόμου, διὰ δὲ τὴν ἀνθρωπίνην ἀδυναμίαν οὐκ ἐτελειοῦτο, τοῦτο Χριστὸς

7