1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

κατανέμειν ἑκάστῳ. Ἀλλ' ἔστι μὲν ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνελλιπὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει τῇ θεότητι, ζῶν Λόγος, καὶ γέννημα τοῦ Πατρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ, οὐ μέρος ἑτέρου, ἀλλ' ὁλόκληρον ἐφ' ἑαυτοῦ. Καὶ οὕτως ἡ Τριὰς, ἀληθινῶς οὖσα, συνῆπται μὲν ἀδιαστάτως. Τὸ γὰρ διορίζον οὐδὲν, σύνεστι δὲ ἀϊδίως· αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπίπτει. Μορφὴν δὲ προφαίνει μίαν καὶ τὴν αὐτὴν, Πατρὸς μὲν ἐν Υἱῷ θεωρουμένου, Υἱοῦ δὲ ἐν Πνεύματι καὶ νοουμένου καὶ μετεχομένου ὑπὸ ἀνθρώπου. «Ἡμεῖς γὰρ,» φησὶ, «πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Μὴ τοίνυν ὡς ἐνσώματα ἀδιαίρετα μέρη φαν ταζώμεθα τρία. ∆υσσεβὴς γὰρ ὁ λογισμὸς, ἀλλότριος ἀσωμάτων τελείων. Ἀδιαίρετον δεχώμεθα συνουσίαν συνόντων ἀλλήλοις ἀδιαστάτως, καὶ τριῶν γε κατὰ ἀλήθειαν ὑφεστώτων, ἓν τὸ εἶδος ἐννοῶμεν, ἀρχόμενον μὲν ἐκ Πατρὸς, λάμψαν δὲ ἐν Υἱῷ, καὶ φανερούμενον διὰ Πνεύματος. ∆ιὰ τοῦτο καὶ οἱ τὸ Πνεῦμα φοροῦντες φοροῦσι Χριστόν· «Εἰ γάρ τις,» φησὶ, «Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἰωάννης· «Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἔστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ναὸν μὲν ἁγίου Πνεύματος τὰ σώματα ἡμῶν ὁ Παῦλος ὀνομάζει, Χριστὸν δὲ ἐν ἡμῖν εἶναι λέγει. Χριστοῦ δὲ οἰκοῦντος εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, Θεός ἐστιν ἐν ἡμῖν κατοικῶν· «Οὐκ οἴδατε, γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Οὕτως μοι τὸ τῆς θεότητος ἀδιαίρετον εὐσεβῶς ἐκ τῶν θείων λόγων καταμάνθανε, ἐν τρισὶν ἓν εἶδος κατανοῶν, οὐχ ἓν ἐκ τριῶν πρᾶγμα 28.117 συντιθείς. Ἀχώριστα δὲ καὶ εἰς τὰ τῆς ἐνεργείας θεωρούμενα, ἀκούοντες τοῦ Ἀποστόλου μυσταγω γοῦντος καὶ φάσκοντος· «∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὴ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶ, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημά των εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ καταλέξας τὰ χαρίσματα ἐπιφέρει· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Ὅταν δὲ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶ ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἀλλ' οὐ διὰ τοῦτο συμπλέξας τὸ ἐξ οὗ, καὶ δι' οὗ, καὶ ἐν ᾧ, βιάζομαι τὴν Τριάδα μονάδα ποιεῖν· οὐδὲ ἄνθρωπον ἐκ τριῶν ὑπονοῶν σύνθετον, πνεύ ματος, ψυχῆς, σώματος, οὕτω καὶ Θεὸν, καθάπερ κἀκεῖνοι τολμῶσιν, οὐδὲ ἐπὶ τῆς τοιαύτης ἀσεβοῦς ὑπονοίας προΐεμαι τὸ ἀχώριστον. Οὐδὲ εἰ λέγοι τις ὡς τὸν ἐνδιάθετον λόγον, ἢ τὸν ἐν φωνῇ τοῦ νοοῦντος καὶ λαλοῦντος ἀχώριστον, οὕτω τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Τὰ γὰρ τοῦ συνθέτου μέρη, καὶ τὰ τοῦ κινουμένου κινήματα, πρὸς τὴν ἀσύνθετον καὶ ἀναλλοίωτον φύσιν οὐδεμίαν ἔχει κοινωνίαν. Ἐπεὶ καὶ πῶς ἀποστέλλει τὸ μέρος ἢ τὸ κίνημα αὐ τοῦ ὁ Πατὴρ, ἀποστέλλων τὸν Υἱόν; ἣ τὸ Πνεῦμα τὸ ἅγιον ὁ Υἱὸς ἐκπέμπων εἰς τὸν κόσμον; Ἢ οὐκ ἀπεστάλη μὲν ὑπὸ τοῦ Πατρὸς ὁ Υἱός; ∆ιαμαρτύρεται πανταχοῦ, καὶ ἀποστέλλειν τὸ Πνεῦμα τὸ παρά κλητον ἐπαγγέλλεται, καὶ δὴ καὶ ἀποστέλλει κατὰ τὴν ὑπόσχεσιν. Ἀλλ' οἱ τὴν Τριάδα μονάδα ποιοῦντες νοθεύειν καὶ τὴν ἀποστολὴν, ὥσπερ τὴν γέννησιν, ἐπιχειροῦσιν. Εἴσω γὰρ ὄντα φασὶ τοῦ Πατρὸς τὸν Υἱὸν ἁγιασμὸν ἀνθρώπου ἐργάζεσθαι, τουτέστιν, αὐτὸν τὸν ἕνα καὶ μόνον Θεὸν, οὕτως ἀπεστάλθαι τὸν ἄνθρωπον, οὐ Θεὸν παρὰ Θεοῦ. Πῶς γὰρ καὶ ἀπέσταλται, φασὶν, ὁ Λόγος, μὴ διαιρούμενος, μηδὲ χωριζόμενος, οὗ Λόγος ἐστίν; Ὅτι μὲν οὖν σάρκωσις τοῦ Λόγου κεκήρυκται, τίς ἀντείποι; τοῦ εὐαγγελιστοῦ βοῶντος· «Ὁ Λόγος σὰρξ ἐγένετο,» καὶ ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ κεκραγότος αὐτοῦ τοῦ Σωτῆρος, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις; Καὶ μὴν ὅτι οὐκ ἄνθρωπος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἀπόστολος