De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀλλασσόντων τὰ ἑαυτῶν διβητήσια ἐν τῷ κοιτῶνι τῆς ∆άφνης, ὅτε ἀποσυναχθῶσι πάντες οἱ τῆς συγκλήτου ἐν τῷ πόρτηκι τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων καὶ ἐν τῷ Ὀνοποδίῳ, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας, καὶ βάλλουσιν οἱ δεσπόται τὰ ἑαυτῶν τζιτζάκια, καὶ ἐξέρχονται διὰ τοῦ μεγάλου ἀκκουβίτου τῶν ιθʹ ἀκκουβίτων, ὀψικευόμενοι ὑπὸ τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας, ἱσταμένων δεξιὰ καὶ ἀριστερὰ τοῦ τοιούτου τρικλίνου, ἐν δὲ τῷ δεξιῷ μέρει τοῦ αὐτοῦ τρικλίνου, καθέζονται ἐν τοῖς χρυσοῖς καὶ διαλίθοις σελλίοις· καὶ εἶθ' οὕτως εἰσέρχεται ὅ τε ῥαίκτωρ καὶ οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου, καὶ ἀσπάζονται τοὺς δεσπότας, καὶ μετὰ τοῦτο διὰ 1.18 νεύματος τοῦ δεσπότου νεύει ὁ πραιπόσιτος διὰ τῆς ἑαυτοῦ χλανίδος τῷ ὀστιαρίῳ, τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ ἐξέρχεται τοῦ εἰσάξαι ἀπὸ τοῦ δεξιοῦ μέρους στιχηδὸν τόν τε κατεπάνω τῶν βασιλικῶν, μετὰ καὶ τοῦ δομεστίκου καὶ τῶν ἐπὶ τοῦ Χρυσοτρικλίνου τοῦ τε τῆς καταστάσεως καὶ τῶν σιλεντιαρίων καὶ τοῦ ἀδμηνσουναλίου. Καὶ εἰσερχόμενος, ὁ ὀστιάριος ἔνδοθεν τοῦ βήλου, ἵσταται, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιπος παρὰ τοῦ δεσπότου, καὶ διὰ τῆς οἰκείας χλανίδος νεύει τῷ ὀστιαρίῳ, καὶ δὴ ὁ ὀστιάριος σχηματοειδῶς πως προσκυνῶν τοὺς δεσπότας, μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως κρούει τὸ βῆλον, καὶ διὰ τοῦ βήλου ὑπὸ τῶν σιλεντιαρίων συρομένου εἰσάγονται οἱ προειρημένοι, καὶ ἀσπάζονται καὶ αὐτοί, καὶ πάλιν ἐξίασιν εἷς καθ' εἷς δι' ἧς ἦλθον ὁδοῦ. Καὶ μετὰ ταῦτα ἀνίστανται οἱ δεσπόται, καὶ αἴρουσιν οἱ κουβικουλάριοι τὰ σελλία, καὶ ἱστῶσιν αὐτὰ εἰς τὴν ἐκ κισσοῦ καὶ μυρρίνης καὶ δενδρολιβάνου κατεσκευασμένην ἐν εἴδει τοῦ ταῦ στοιχείου φῖναν ἐν τῷ μέσῳ τοῦ αὐτοῦ τρικλίνου. Καὶ εἶθ' οὕτως λαμβάνει πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ δεσπότου, καὶ εἰσέρχεται μέσον τῆς αὐτῆς φίνας, καὶ προσκυνεῖ σχηματοειδῶς πως, καὶ ἐξέρχεται τοῦ εἰσαγαγεῖν τὰ βῆλα. Καὶ συνεξίασιν αὐτῷ καὶ οἱ δύο ὀστιάριοι, καὶ ἵστανται ἔνδοθεν τοῦ βήλου, καὶ ὁ εἷς ἐξ αὐτῶν, ἤγουν ὁ δεξιός, προσκυνῶν καὶ αὐτὸς σχηματοειδῶς πως τοὺς δεσπότας, καὶ οὕτως μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως κρούει τὰ δύο βῆλα· οἱ δὲ σιλεντιάριοι σύρουσι διχῶς τὰ βῆλα, οἷον δεξιὰ καὶ ἀριστερά, καὶ εἰσέρχεται ὁ πραιπόσιτος, προπορευόμενος τῇ τάξει τῶν τε μαγίστρων καὶ ἀνθυπάτων, ἤγουν τῶν φορούντων τοὺς δώδεκα χρυσοϋφάντους λώρους. 1.19 Καὶ ὁ μὲν πραιπόσιτος ἵσταται εἰς τὸν ἴδιον τόπον, ὁμοίως καὶ οἱ ὀστιάριοι ἵστανται εἰς τοὺς ἰδίους τόπους, οἱ δὲ μάγιστροι καὶ οἱ λοιποὶ ἀσπάζονται κατὰ τύπον τοὺς δεσπότας, πρῶτον μὲν τοῖς αὐτῶν γόνασι, ἔπειτα καὶ ταῖς χερσίν, καὶ εἶθ' οὕτως τῷ στόματι, καὶ ἵστανται δεξιὰ καὶ ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις. Καὶ πάλιν ἐξέρχεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ σχήματι μετὰ τῶν αὐτῶν ὀστιαρίων, καὶ εἰσέρχονται πάλιν οἱ δύο ὀστιάριοι, καθὼς προείρηται, καὶ ἐνεργεῖ ὁ ἀριστερὰ ἱστάμενος ὀστιάριος καθὼς καὶ ὁ εἰς τὰ δεξιά, ἤγουν ὡς προγέγραπται. Καὶ εἰσάγονται κατὰ τὸ πρῶτον σχῆμα δεύτερον βῆλον· οἵ τε ἀνθύπατοι καὶ πατρίκιοι μετὰ τῶν ἑαυτῶν καμησίων καὶ τῶν λευκῶν χρυσοτάβλων χλανιδίων, καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς δεσπότας, καὶ ἵστανται δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τῶν φορούντων τοὺς χρυσοῦς λώρους. Καὶ πάλιν ἐξέρχεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ σχήματι, καθὼς καὶ προείρηται, καὶ εἰσάγει γʹ βῆλον· τοὺς πρωτοσπαθαρίους καὶ ὀφφικιαλίους, καὶ εἰς τύχῃ καὶ ἐν ἄλλοις ἀξιώμασιν εἶναι ὀφφικιαλίους καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς δεσπότας καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τοῦ δευτέρου βήλου, καὶ πάλιν μετὰ τοῦτο ἐξέρχεται ἐν τῷ αὐτῷ σχήματι ὁ πραιπόσιτος, καθὼς καὶ προγέγραπται, καὶ εἰσάγει δʹ βῆλον· τοὺς ἀσηκρήτας καὶ νοταρίους τῶν σεκρέτων, καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς δεσπότας, καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τῆς τάξεως τοῦ τρίτου βήλου. Καὶ πάντων στάντων εἰς τοὺς ἰδίους τόπους, λέγει διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος εὐήχως πως καὶ ἐναρμονίως· "Κελεύσατε." Καὶ μετὰ τοῦτο ἐπεύχονται πάντες. "Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς ὁ Θεὸς ἀγάγοι τὴν δικαίαν ὑμῶν βασιλείαν." Καὶ μετὰ 1.20 τὸ ἐκβῆναι πάντας ἀνίστανται οἱ δεσπόται, καὶ ἀνέρχονται ἐν τῷ μεγάλῳ ἀκκουβίτῳ μετὰ τῶν πραιποσίτων καὶ τῶν κοιτωνιτῶν καὶ μόνων· ἐν γὰρ τοῖς ἀργυροῖς κίοσι τοῦ αὐτοῦ ἀκκουβίτου κρέμανται βῆλα πρὸς τὸ μὴ ὁρᾶσθαι τοὺς δεσπότας, ὅτε ἐνδιδύσκονται τοὺς λώρους· ἐν γὰρ τῷ αὐτῷ ἀκκουβίτῳ ἐνδύουσι τοὺς δεσπότας τοὺς λώρους οἵ τε τῶν ἀλλαξίμων τοῦ κουβουκλείου καὶ οἱ βεστήτορες, μετὰ τῶν πραιποσίτων καὶ τοῦ δευτέρου καὶ τῶν κοιτωνιτῶν. Καὶ μετὰ τὸ