ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω· καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. ὁ δὲ ἡσθεὶς ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι θέλοι ἀντὶ τούτων. Θύοσος δ' εἶπεν· οὔτι σε οὔτε τὴν θυγατέρα οὔτε χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δός, ὅταν βασιλεὺς γένῃ. καὶ ὃς ἔδωκεν αὐτῷ. καὶ Θύοσος ἀνὰ χρόνον ἐκ τοῦ καπηλεύειν ἐπλούτησεν, καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον αὐτοῦ καὶ Ἑρμαῖον εἵσατο, Θυόσου λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν 13 ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν Ἡρακλειδῶν τινας. κατελθὼν δὲ ὁ Ἄρδυς ἐβασίλευσε μετὰ Ἀκίμιον πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ φιλοδίκαιος. συνηρίθμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς, (ἦν δ' ἱππότης ὁ πλεῖστος,) καὶ εὗρεν, ὥς φασι, μυριάδας γʹ ἱππέων. Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν ∆άσκυλος Γύγεω γένος Μερμνάδης. οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ χειρὸς εἶχεν. δείσας οὖν Ἀδυάττης ὁ Ἄρδυος μὴ τοῦ πατρὸς τελευτήσαντος ἐκεῖνος μὲν πάνθ' ὑφ' ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει κρύφα τὸν ∆άσκυλον. ἡ δ' ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυγίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀνδρός. ὡς δὲ ταῦτα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη, καὶ Λυδοὺς ἐκάλεσεν εἰς ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθείς, (δεμνιοπετὴς γὰρ ἦν ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐθὲν εἰδὼς οἵτινες ἦσαν, καὶ Λυδοὺς παρεκάλει ζητεῖν τὸν ∆ασκύλου φόνον, ἐπηρᾶτό τε μυρία τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι τῷ χρῄζοντι κτείνειν αὐτούς, εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας οʹ ἔτη θνήσκει. Ἐπὶ Μήλεω δὲ βασιλεύοντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία, καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτράποντο. τοῖς δ' ἐσήμαινε τὸ δαιμόνιον δίκας πράττεσθαι τοῦ ∆ασκύλου φόνου παρὰ τῶν βασιλέων. ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγοντα ἐπὶ γʹ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βαβυλῶνα. ἔπεμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν ∆ασκύλου παῖδα, ∆άσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε, κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου φόνου παρ' αὐτῶν, οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. ὁ δ' οὐκ ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα πολυπραγμονεῖν. Μήλης δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Καδύος, γένος ὄντι τὸ ἀνέκαθεν ἀπὸ Τύλωνος, ὃς τὸν φεύγοντα ἐπετρόπευσε καὶ κατιόντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη καὶ τὴν βασιλείαν οἱ ἀπέδωκε πιστῶς. Βασιλεύοντος δὲ Μύρσου, ∆άσκυλος ὁ ∆ασκύλου τοῦ σφαγέντος ὑπὸ Σαδυάττεω, μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται ὑπὸ τῶν Ἡρακλειδῶν φοβηθείς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύ 14 ρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ καταμείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται Γύγης. 15. Ὅτι Σαδυάττης ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρόπῳ τοιούτῳ. ἦν τις ἐν Σάρδεσι ∆ασκύλου θεῖος τοῦ εἰς Πόντον ἀποχωρήσαντος, Ἄρδυς ὄνομα, Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ βασιλεῖ ἐνέτυχεν ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ ∆άσκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶκος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκείνων δὲ οἰχομένων· ἐπιεικὲς δὲ ἤδη εἶναι σπένδεσθαι τοῖς ∆ασκυλίοις· καὶ γὰρ τοὺς τοῦ βασιλέως προπάτορας ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς φυγῆς. ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεύς, καὶ ὃς ἐπὶ ∆άσκυλον πέμψας εἰς Λυδίαν αὐτὸν ἐκάλει. ὁ δὲ φιλοχωρῶν οὐχ ὑπήκουσεν, τὸν μέντοι παῖδα Γύγην ἔπεμψε περὶ ιηʹ ἔτη γεγονότα. τοῦτον ἐλθόντα δέχεται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. ἦν δὲ ὁ Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆσιν ἤσκει. καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν, εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέγοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. βασιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι. ὀλίγου δὲ χρόνου καὶ