61 Mt 5, 31 Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστὶν εἶδος μοιχείας ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ θεῷ λύει τὸν γάμον, ἀλλ' ἡ ἄτοπος πρᾶξις. 62 Mt 5, 33-37 Τὸ οὐκ ἐπιορκήσεις καὶ τὰ ἑξῆς. ἐάν τις ἀναιδὴς ἐπάγῃ τοῖς ἁγίοις ὅρκον, ἀντὶ τοῦ ὅρκου ἔσται αὐτοῖς τὸ ναὶ καὶ τὸ οὔ. 63 Mt 5, 33-35 ∆ιὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν ἀξίωμα θεοποιοῦντες αὐτήν· οἱ γὰρ ὀμνύντες, φησίν, "κατὰ τοῦ μείζονος ὀμνύουσιν" ὡς ὁ ἀπόστολος ἔφη. ἀπαγορεύει δὲ καὶ τὸν κατὰ τῆς "Ἰερουσαλὴμ" ὅρκον, ἐπειδὴ ἡ ἐπίγειος "Ἰερουσαλὴμ" τῆς "ἄνω Ἰερουσαλὴμ" τύπος ἐστὶ καὶ καθ' ἑαυτοῦ μόνου ὀμνύει ὁ θεός, ὅ ἐστι τῆς ἰδίας δόξης. διὸ ὡς ὑπερ βαινούσης ἡμᾶς τῆς ὁμοιότητος οὐκ ὀφείλομεν καθ' ἑαυτῶν ἤτοι τῆς ἑαυτῶν ὀμνύειν δόξης· οὐ γὰρ ἐλεύθεροί ἐσμεν ὡς ὁ θεός, ἀλλ' ὑπὸ τὴν τοῦ θεοῦ ἐσμεν ἐξουσίαν. 66 Mt 5, 42 Ἔσο, φησὶν ὁ Χριστός, μὴ πρὸς τὸ λαμβάνειν ἕτοιμος, ἀλλὰ πρὸς τὸ διδόναι· τὸ μὲν γὰρ χωρίζει ἡμᾶς ἀπὸ θεοῦ, τὸ δὲ συνάπτειν πέφυκε καὶ μάλιστα, ὅταν ὁ αἰτῶν ἄξιος τυγχάνῃ καὶ δικαία ἡ αἴτησις. 67 Mt 5, 44 Ἀγαπῶμεν τοὺς ἐχθροὺς οὐ καθὸ μοιχοί εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι· τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστίν, οὐκ οὐσίας· διὸ οὐδὲ ἔργον θεοῦ ἡ ἁμαρτία. 68 Mt 5, 44 Ἴσως φήσειέ τις, πῶς ὁ μακά ριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὅν φαμεν οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ' ὡς ἐχθρὸν τοῦ εὐαγγελίου κατηράσατο αὐτὸν διδάσκων, ὅτι τοῖς τοῦ θεοῦ ἐχ θροῖς ἀεὶ χρὴ πολεμεῖν. Ἀλλ' ἴσως τις τὸν μακάριον Παῦλον ὡς καταρώμενον τὸν χαλ κέα Ἀλέξανδρον προσάγων ἡμῖν πείσειε μὴ τοὺς ἐχθροὺς ἀγα πᾶν· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ' ὡς τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου κατα ρᾶται ὁ Παῦλος διδάσκων ὡς ἀεὶ τοῖς τοιούτοις χρὴ πολεμεῖν. 69 Mt 6, 1 Ὁ δι' αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν ὑπερκόσμιον ἔχει τὸ καύχημα. 70 Mt 6, 2 Ἐκ μεταφορᾶς τοῦτο εἴρηται τῆς ἐν τοῖς στρατοπέδοις σάλπιγγος· ἐκεῖνοι γὰρ ἐπὰν βούλωνται ὁμοῦ συνάγειν τὸν στρατόν, ἠχοῦσι τὸ ἀνα κλητικόν, οἱ δὲ ὑποκριταὶ οὐ συνάγειν βούλονται, ἀλλὰ θεατρίζεσθαι τοῖς πολλοῖς. 71 Mt 6, 7-8 ∆ιὰ τοῦτο ὁ Χριστὸς παρα κελεύεται διὰ συντόμου τὰς προσ ευχὰς ποιεῖσθαι, ἐπειδήπερ οἶδε τὸν νοῦν εὐπαράφορον ὄντα καὶ δι' ἐννοιῶν καὶ φροντίδων ματαιῶν ἀποπλανώμενον, μάλιστα ἐν τῷ τῆς προσευχῆς καιρῷ. καὶ παραγ γέλλει νηφαλέως καὶ ταχέως αἰτεῖν τὸν θεὸν ἃ ζητεῖ μὴ πάντα ὅσα θέλει ἀναγγέλλοντα· τοῦτο γὰρ τῆς ἄκρας ἐστὶ φρενοβλαβείας· οἶδε γὰρ ὁ θεὸς καὶ πρὸ τοῦ ἡμᾶς αἰτῆσαι τίνων χρῄζομεν. βαττολογία δὲ λέγεται ἡ πολυλογία ἀπὸ Βάττου τινὸς Ἕλληνος μακροὺς καὶ πο λυστίχους ὕμνους ποιήσαντος εἰς τὰ εἴδωλα καὶ ταυτολογίαν ἔχοντας. βαττολογία ἐστὶ τὸ ἔξω τοῦ καλοῦ. Τὴν πολυλογίαν καλοῦσιν οἱ παλαιοὶ βαττολογίαν ἀπό τινος οὕ τως ὀνομαζομένου πολυστίχους εὐ χὰς ποιήσαντος εἰς τὰ εἴδωλα καὶ τοὺς αὐτοὺς λόγους λέγοντος δι' ἑτέρων τε καὶ ἑτέρων λέξεων. 72 Mt 6, 10 Οἰκονομικῶς ὡς ἄνθρωπος ὁ Χριστὸς βασιλεὺς καλεῖται καίπερ ὢν φύσει θεός. ἐπεύχονται τοίνυν οἱ πιστοὶ ἐνυπάρξαι καὶ τοῖς ἀπί στοις, ἵνα εἰς τὸν Χριστὸν πιστεύ σαντες ἴδιον ἐπικαλῶνται, δι' οὗ μεθέξουσι τῶν τελείων ἀγαθῶν νῦν μόνον ἔχοντες τὸν ἀρραβῶνα καὶ τὸ ἐκ μέρους ἀγαθόν· οὐ γὰρ ἂν ἐνεργῆ τότε τὰ πάθη τῆς ἀπα θείας παρούσης, φροῦδος ὁ θάνα τος, ἀφανὴς ἡ φθορά, ὅταν ἐν ἡμῖν ἡ ζωὴ βασιλεύσῃ καὶ ἀφθαρ σία τὸ κράτος ἔχῃ. Φύσει θεὸς ὁ Χριστὸς ὑπάρ χων καὶ φύσει ἄνθρωπος οἰκονο μικῶς λέγεται βασιλεύς, τοῦτ' ἔστιν ὡς ἄνθρωπος. διὰ τοῦτο οἱ δίκαιοι ἐπεύχονται ἑαυτοῖς τοῦτο ὑπάρξειν, ἔτι δὲ καὶ τοῖς ἀπίστοις, ἵνα ὁρῶν τες καὶ πιστεύοντες εἰς αὐτὸν οἰκεῖ ον ἑαυτῶν ἕξωσι βασιλέα. 73 Mt