1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

7

οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζαχαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παρθένον, Ἀντελάβετο Ἰσραήλ.

24.25 ΨΑΛΜΟΣ ΡΛʹ.

Ἀκολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου

ταπεινοφροσύνης φωνὰς περιέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὁ δὲ ∆αυῒδ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύματος φωνῶν, ὅτι τις ἱλασμὸς παρὰ τῷ Θεῷ, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται· Τοῦ ∆αυῒδ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ' ἔθνος αὐτοῦ· οὔτε μὴν ἐχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβον συστάσεως καθυφείς· οὔτε πάλιν ἐν τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον ἐφρόνησα, φησὶ, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί· ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς ∆αυῒδ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσούντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς, ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὐτῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛΑʹ.

Ὤμοσε Κύριος τῷ ∆αυῒδ ἀλήθειαν. Ὀμωμοκότι δὲ τῷ ∆αυῒδ, ἀντώμοσεν ὁ

Θεὸς ζητήσαντι τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παῦλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάβωμεν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐτὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτηρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος· διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρόνος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρόνου. Τοιγαροῦν καὶ ὁ Γαβριὴλ πρὸς τὴν Μαριάμ φησι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Καθεσθήσονται ἐπ' αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ ∆αυῒδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν ποτε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ 24.28 φυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθευδοῦνται ἐπὶ τὸν θρόνον σου τὸν τῷ Χριστῷ ἡτοιμασμένον. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Κατὰ δὲ ἀναγωγὴν, θήρα Σιὼν οἱ δίκην ἰχθύων διὰ