κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρὰ περισπᾶται οἷον τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός (Λ 614). τρίτον, ἐὰν τῇ μακρᾷ περισπωμένη ἐπιφέρηται ἐσθλὸν δ' οὐδέ τι πω εἶπας ἔπος οὐδ' ἐτέλεσσας (Α 108)· τὸ γὰρ εἶπας περισπᾶται. τέταρτον, ἐὰν ὀξεῖα ἐπιφέρηται οἷον πῆ ἔβη Ἀνδρομάχη λευκώλενος (Ζ 377). πέμπτον, ἐὰν δασυνομένη λέξις ἐπιφέρηται οἷον δόμεναι ἑλικώπιδα κούρην (Α 98)· τὸ γὰρ ἑλικώπιδα ἐπιφέρεται δασυνόμενον. ἕκτον, ὅτε συγκρουσμὸς καὶ συνέχεια ἔστι συναλοιφῆς γινομένης Ἰδαῖ', Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι (Η 284)· Ἰδαῖε γάρ ἐστι τὸ ἐντελές. ἕβδομον, ὅτε ὁ ἢ διαζευκτικὸς † ἐπιφέρεται ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεύς (Α 145)· περὶ τῆς ˉαˉς φησι συλλαβῆς· τοῦτο δὲ δεῖ παρατηρῆσαι, ὅτι πρὸ τοῦ ˉη κεῖται σύμφωνον ἐν τῷ ˉαˉς, καὶ ὅμως 198 ὥσπερ <περὶ> ἀμφιβαλλομένης καὶ οὐκέτι ὁμολογουμέ νης μακρᾶς φησὶν ὁ Ἡλιόδωρος. ὄγδοον, ὅτε τὸ ˉι ἐπιφέρεται οἷον ἡ δὲ μολυβδαίνῃ ἰκέλη εἰς βυσσὸν ὄρουσεν (Ω 80).5, 13) 9∆εύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ δύο σύμφωνα, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅπλον, ἄκρον, Πάτροκλέ́ μοι δειλῇ9 (Τ 287) 9καὶ τὰ ἑξῆς.9 Ἐνταῦθα τοὺς ἄλλους δύο τρόπους τῆς κοινῆς βούλεται ἐξετάσαι· τὸν γὰρ πρῶτον ἐν τῇ προλαβούσῃ διεξήλθομεν πράξει. ἔστιν οὖν ὁ δεύτερος τρόπος οὕτως, ὅτι γίνεται κοινή, ὅταν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι οἱονεὶ διχρόνῳ ἐπιφέρηται δύο σύμφωνα ἐν συλλήψει, ὧν τὸ πρῶτον ἔστι τῶν θʹ ἀφώνων, τὸ δεύτερον ὑγρὸν οἱονεὶ ἓν τῶν δʹ ἀμεταβόλων οἷον ὅπλον, ἄκρον, Πάτροκλε καὶ τὰ ὅμοια. καλῶς δὲ πρόσκειται "3ἐν συλλήψει"3· ἐὰν γὰρ ὦσιν ἐν διαστάσει, οὐ ποιοῦσι κοινήν, ἅτε δὴ τοῦ διαστήματος ἐν τῷ διαχωρίζειν τὰ σύμφωνα μείζονος γινομένου καὶ μὴ οὔσης ὀλισθηρᾶς καὶ συντόμου <τῆς> φωνῆς ὥστε δύ νασθαι λαθεῖν. Εἶτα ζητοῦσί τινες, διὰ τί μὴ τὰ δύο ὅμοια ποι 199 οῦσι κοινήν, λέγω δὴ δύο ἡμίφωνα ἢ δύο ἄφωνα ἢ δύο ἀμετάβολα. Καὶ λέγομεν περὶ 20τῶν ἡμιφώνων20, ὅτι ὅλως ἡμίφωνον οὐ προηγεῖται ἡμιφώνου κατὰ σύλληψιν, εἰ μὴ σπανίως καὶ εἴς τινα κατὰ πάθος τὸ ˉσ τοῦ ˉλ ˉμ ˉν, ὥσπερ αὐτός φησι τὸ Μάσνης καὶ Πάσ νης· εἶτα καὶ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου φησὶν τὸ ∆ασλήρα· (ἔστι δὲ λίμνη Κυρήνης τῆς πενταπόλεως, ὅθεν ἦν ὁ Καλλίμαχος). τὸ γὰρ κατὰ τὸ τέλος ἔχον ἔμπαλιν τὸ ˉλ τοῦ ˉσ προηγούμενον [πάλιν] δι' ἀνάγ κην ἃλς καὶ τὸ ˉν Τίρυνς καὶ τὸ ˉρ μάκαρς. κατὰ πάθος δὲ τὸ μάσλης ἀπὸ τοῦ μάσθλης καὶ τὸ ἐσλὸς ἀπὸ τοῦ ἐσθλός. -Περὶ δὲ τῶν 20ἀφώνων20 ἔστιν εἰπεῖν, ὅτι ἀσθενέστερά εἰσι μᾶλλον τῶν ἄλλων στοι χείων καὶ εὑρέθη ποιοῦντα σπανίως κοινὴν ἐν αὐτοῖς τὸ ˉπ ˉτ καὶ τὸ ˉκ ˉτ, οἷον παρὰ τῷ ποιητῇ (δ 229) Αἰγυπτίη τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα. καὶ πάλιν παρὰ Ἱππώνακτι ἐν τετάρτῳ ποδὶ ἰάμβου δοκέων ἐκεῖνον τῇ βακτηρίᾳ κόψαι. καὶ πάλιν παρὰ τῷ αὐτῷ ἡμίεκτον αἰτεῖ τοῦ φάλεω † κολάψαιε. εἶτα καὶ ὅτι τῷ λόγῳ τῆς κοινῆς οἱονεὶ βραχείας τὸ 200 <ˉκ ˉτ καὶ> τὸ ˉπ ˉτ διπλασιάζεται τὸ κέκτηκα καὶ πέπτωκα, εἰ μὴ ἄρα κατὰ συγκοπὴν γέγονεν, ὡς ἐν τῷ περὶ ῥη μάτων ἐδείχθη. -Περὶ δὲ τῶν 20ἀμεταβόλων20 ἔστιν εἰπεῖν, διὰ τί μὴ τὰ δύο ὑγρὰ ὀλισθηρὰ ὄντα ποιοῦσι κοινήν, ὅτι μήποτ' εὐλόγως. οὐ τοσοῦτον γάρ ἐστιν ὀλισθηρὰ τὰ βʹ ὑγρὰ ἢ ὅσον ὑγρὸν καὶ ξηρόν, ὡς ἡνίκα ἐστὶ τὸ ὑγρὸν κάτωθεν, τὸ δὲ ξηρὸν ἄνωθεν. οἷον ἔστι λαβεῖν παράδειγμα ἐπὶ τοῦ λεπύρου τοῦ πέ πονος· ὅτι ἐὰν ἑστῶσι δύο ὑγρὰ καὶ ἄνωθεν καὶ κάτωθεν καὶ πατήσῃ τις αὐτά, οὐκ ὀλισθαίνει οὐδὲ πίπτει. ὡσαύτως καὶ ἐὰν κάτωθεν ᾖ τὸ ξηρὸν τοῦ λεπύρου, τὸ δὲ ὑγρὸν ἄνωθεν. εἰ δὲ τοὐναντίον κάτ ωθέν ἐστι τὸ ὑγρόν, ἄνωθεν δὲ τὸ ξηρὸν καὶ πατή σει τις αὐτό, εὐχερῶς ὀλισθαίνει καὶ πίπτει. οὕτως οὖν καὶ ἐνταῦθα ἐπειδὴ ἄνωθέν ἐστι τὸ ξηρὸν οἱονεὶ τὸ ἄφωνον, κάτωθεν δὲ τὸ ὑγρὸν οἱονεὶ τὸ ἀμετάβο λον, εὐλόγως γίνεται ὀλισθηρὰ ἡ φωνὴ καὶ ποιεῖ τὴν κοινήν. λανθάνει γὰρ ἡ μακρὰ ὀλισθαίνουσα καὶ συν τόμως παρερχομένη.