βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
αἰχμάλωτον. Περὶ σοῦ γὰρ εἶπεν Ἠσαΐας ὁ προφή της· "Οὕτω λέγει Κύριος τῷ χριστῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη· καὶ ἰσχὺν βασιλέων διαῤῥήξω." "Αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε Κύριος Σαβαώθ." Ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας ∆ανιὴλ, φάσκων· "Ζῇ Κύριος ὁ Θεός σου· ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύ σωσι τῷ Θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. ̣7 ̣ Καὶ ὁπλισάμενος παρετάξατο Κροίσῳ. Ὁ οὖν Κροῖσος ἀκούσας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν, ὥρμησε κατὰ Κύρου μετὰ πολλῆς δυνάμεως· καὶ διαβὰς τὸν Ἅλυν ποταμὸν καὶ συμβαλὼν τῷ Κύρῳ, χειμῶνος ὄντος μεγάλου, ἡττήθη. Ἠβουλήθη οὖν φυγεῖν μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ τοῦ ποταμοῦ πλημμυροῦντος, 110.64 οὐκ ἠδυνήθη περάσαι. Τούτου ἕνεκα ἐλήφθη αἰχμάλωτος, καὶ ἀπώλοντο τὰ πλήθη αὐτοῦ, χιλιάδες υʹ. Τοὺς δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος· τὸν δὲ Κροῖσον ἀναρτήσας ἐπὶ ξύλου δεδεμένον καὶ θριαμβεύσας αὐτὸν τῷ στρατῷ αὐτοῦ καταγαγὼν, καὶ ἀπαγαγὼν ἐν Περσίδι θανάτῳ παρέδωκε, τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ δύνα μιν ἐφιέμενον, καὶ αὐτὸν τὰ ἴδια προσαπολέσαντα διὰ πολλὴν ἀπληστίαν. ̣8 ̣ Τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας ἐλευθερώσας μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερουσαλήμ. ̣9 ̣ Καὶ οὕτως τῶν Λυδῶν κατελύθη ἡ βασιλεία ἀπὸ Κύρου, διαρκέσασα ἔτη σλβʹ. ΙΓʹ. Περὶ Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Καμβύσης, ἔτη κʹ. ̣2 ̣ Μετὰ δὲ Καμβύσην καὶ ἑτέρους ἐβασίλευσεν Ἀρταξέρξης, ὁ Μνήμων λεγόμενος, ἔτη κʹ. ̣3 ̣ Ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ ἰθύνων ἐπαρχίαν, 15 ὀνόματι Πάλας, ὃς κτίσας οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον· ἐξ οὗ τὸ βασιλι κὸν κατοικητήριον Παλάτιον προσαγορεύεται. Ι∆ʹ. Περὶ Ῥώμου καὶ Ῥήμου. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ῥῶμος, ὁ κτίσας τὴν Ῥώμην, καὶ Ῥῆμος, ὁ ἀδελφὸς αὐτοῦ, οἵτινες ἀνενέωσαν καὶ προσῳκοδόμησαν τὸ λεγόμενον Παλάτιον ἤτοι τὸν βασιλικὸν τοῦ Παλατίου οἶκον· καὶ ναὸν μέγιστον τῷ ∆ιὶ ἀνεγείραντες, ἐπωνό μασαν αὐτὸ Καπετώλιον Ῥώμης, ὅ ἐστι Ῥωμαϊστὶ, κεφαλὴ τῆς πόλεως. ̣2̣ Ἐν δὲ τῷ βασι λεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. ̣3 ̣ Εἶτα πληρώσας τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν, καὶ τῷ Ἄρεϊ ναὸν κτίσας, καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαι νίσας, ἐκάλεσε καὶ τὸν μῆνα Μάρτιον, τὸν πρώην λεγόμενον Πρίμον, ὅ ἐστιν Ἄρεως, ἥνπερ Ῥωμαῖοι ἑορτὴν κατ' ἔτος ἐπιτελοῦντες ὀνομάζουσι τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτιον ἐν Κάμπῳ. ̣4 ̣ Ἔκτισε δὲ καὶ ἱππικὸν, θέλων διασκεδᾶσαι τὸ πλῆθος τοῦ δήμου τῶν Ῥωμαίων, ὅτι στα σιάζοντες ἐπήρχοντο αὐτῷ διὰ τὸν φόνον τοῦ ἀδελ φοῦ αὐτοῦ· καὶ ἐπετέλεσε πρῶτος ἱπποδρομίαν ἐν Ῥώμῃ εἰς ἑορτὴν (φησὶ) τοῦ ἡλίου καὶ εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ ὕδατος· καὶ προσηγόρευσε, τὸ μὲν πράσινον, τὸ δὲ λευκὸν, τὸ δὲ ῥούσιον, τὸ δὲ βένετον, ὑποθέμενος αὐ τοῖς, ὡς εὐτυχῶς οἱ τῶν Περσῶν βασιλεῖς φέροντες πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσσαρα ταῦτα στοιχεῖα. Καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες, εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιού μενοι ἑκάστου στοιχείου. Καὶ ἐν τούτοις ἀσχο λούμενος καὶ ἁμιλλώμενος ἐδόκει τὸν στασιασμὸν παῦσαι. Ἀλλ' ὁ μὲν, εἰ καὶ ταῦτα Ῥῶμος ἐπενόησεν, ἀλλ' οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥω 110.65 μαίων σειομένη καὶ οἱ δῆμοι αὐτῶν καθ' ἑαυτοὺς στασιάζειν, ἐξ οὗ 16 τε τὸν ἴδιον ἀδελφὸν ἀνεῖ λεν. Ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον ἀπελ θὼν καὶ ἐπερωτήσας, δι' ἣν αἰτίαν διηνεκὴς γίνεται σεισμὸς, ἐῤῥέθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως· "Εἰ μὴ συγκαθήσει σοι ὁ ἀδελφός σου ἐν τῷ βασι λικῷ θρόνῳ, οὐ μὴ παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν ταῖς ἡμέραις σου, οὐδὲ δῆμος ἡσυχάσει τοῦ στασιάζειν." Καὶ ποιήσας χρυσοῦν στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ὑπὸ τὸν θρόνον, ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ, ἔπαυσεν ὁ σεισμὸς αὐτίκα, καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. Καὶ οὕτως ἐβασίλευσε, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥωμύλου. Καὶ εἴ τι ἂν ἐκέλευσε,