1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

ἀλιτροί· μὴ πόλεμον φθιμένοις. Μαρτινιανὸς ἐγὼ ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων. 8.110 Ὦ Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα· ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων· οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον· οὗτος ἐμοί. φεῦ φεῦ, ποῦ δὲ λίθος Σισύφου; 8.111 Ὄλβιος, εὐγήρως, ἄνοσος θάνον ἐν βασιλῆος πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης. εἴ τινα Μαρτινιανὸν ἀκούετε, ἀλλ' ἀπὸ τύμβου, μηδὲ φέρειν ἐπ' ἐμοὶ δυσμενέας παλάμας. 8.112 Χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ, καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω. 8.113 Καππαδοκῶν μέγ' ἄεισμα, φαάντατε Μαρτινιανέ, σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· ὅς ποτ' ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην. 8.114 Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν μή ποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδ' ἱεροῖς. 8.115 Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· ἀλλ' ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ· πολλῶν οὐχ ὁσίαι παλάμαι. 8.116 Μαρτινιανοῦ σῆμα μεγακλέος, εἴ τιν' ἀκούεις Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, παντοίαις ἀρετῇσι κεκασμένον· ἀλλὰ κόνιν περ ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν. 8.117 Οὔποτ' ἐγὼ φθιμένοισιν ἐπέχραον οὐδ' ἀπὸ τύμβων ἔργον ἔγειρα, ∆ίκην ὄμνυμι καὶ φθιμένους· τοὔνεκα μηδ' ἐπ' ἐμοῖσι φέρειν λάεσσι σίδηρον· εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω. Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. 8.118 Εἷς δόμος, ἀλλ' ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· καί ῥ' οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο ὡς σύ, μάκαιρα δάμαρ Ἀμφιλόχου Λιβίη, κάλλιμέ θ' υἱήων, Εὐφήμιε· τοὺς δ' ὑπόδεχθε, μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους. 8.119 Ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν· ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι. νῦν δέ σε μοῖρ' ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. αἰαῖ, Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει. 8.120 Αἰαῖ, καὶ Λιβίαν κατέχει κόνις. οὔποτ' ἔγωγε ὠισάμην θνητὴν ἔμμεναι εἰσορόων εἶδος μειλιχίην τε σαοφροσύνην τε γυναικός, τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων. τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος. 8.121 Ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. δεινὸν δ' ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε ζωῆς, τὸν δ' ἔλιπεν ἥμισυν Ἀμφίλοχον. 8.122 Ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δ' ἐν ἀοιδοῖς, κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δ' ἔρωτας ἐς θαλάμους καλέων ὤλετο, φεῦ παθέων· ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδ' ὑμεναίων ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων. 8.123 Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις, Ἑλλάδα καὐσονίην μοῦσαν ἐφιπτάμενος, στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθ' ὑπὸ γαῖαν. αἰαῖ, τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος. 8.124 Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη. 8.125 Στράψε μέγ' ἀνθρώποις Εὐφήμιος, ἀλλ' ἐπὶ τυτθόν· καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος. 8.126 Τίς τίνος; - «Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος, οὗτος, ὃν αἱ Χάριτες Μούσαις δόσαν· οἱ δ' ὑμέναιοι ἀμφὶ θύρας· ἦλθεν δ' ὁ Φθόνος ὠκύτερος.» 8.127 Ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφάνων, ᾤχετο ἐκ μερόπων Εὐφήμιος, οὐδέ τ' ἀνέσχεν, αἰαῖ,