7
ἁπάντων. Πρὸς ἐκεῖνο τοίνυν παρασκευαζώμεθα τὸ δικαστήριον· κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέγας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός. Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν τὸ ἁμάρτημα; οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβουλεῦσαι. Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα; πᾶσι τούτοις τὴν ἐπὶ τούτων ἐπίτρεψον φυλακήν. Χαλεπὸν ἡ συνήθεια, καὶ δεινὸν ὑποσκελίσαι, καὶ δυσφύλακτον, καὶ ἄκοντας ἡμᾶς πολλάκις καὶ οὐκ εἰδότας ἐμβάλλει; Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστησον. Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνη, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃς τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥᾳθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρκων πτώματα· μέγα γὰρ ὄντως συνήθεια, καὶ φύσεως ἔχει δύναμιν. Ἵν' οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρκους, καὶ ἁλισκόμενον ἐλέγχῃ. Ἡ γὰρ παρ' αὐτῶν εἰς σὲ γινομένη φυλακὴ καὶ αὐτοῖς ἐστι συμβουλὴ καὶ παραίνεσις τοῦ κατορθώματος. Ὁ γὰρ ἐγκαλῶν ἑτέρῳ περὶ ὅρκων, οὐ ῥᾳδίως αὐτὸς εἰς τὸ βάραθρον ἐμπεσεῖται τοῦτο· βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολυορκία, οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων. Ἡμεῖς δὲ καὶ λάχανα ὠνούμενοι καὶ ὑπὲρ ὀβολῶν δύο φιλονεικοῦντες, καὶ πρὸς οἰκέτας ὀργιζόμενοι καὶ ἀπειλοῦντες, τὸν Θεὸν πανταχοῦ καλοῦμεν μάρτυρα· καὶ ἄνθρωπον μὲν ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ' ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως· τὸν δὲ τῶν οὐρανῶν βασιλέα, τὸν τῶν ἀγγέλων ∆εσπότην. καὶ περὶ ὠνίων, καὶ περὶ χρημάτων, καὶ περὶ τῶν 49.231 τυχόντων διαλεγόμενος, ἕλκεις εἰς μαρτυρίαν· καὶ πῶς ταῦτα ἀνεκτά; Πόθεν οὖν ἀπαλλαγείημεν ἐκ τῆς πονηρᾶς ταύτης συνηθείας; Τοὺς φύλακας οὓς εἶπον περιστήσαντες, χρόνον ῥητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρθωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελθόντος μὴ κατορθώσαιμεν τοῦτο. Πόσος οὖν ἡμῖν χρόνος ἀρκέσει πρὸς τοῦτο; Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παντελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ δὲ μετὰ τὰς δέκα ἡμέρας ὀφθείημεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην καὶ καταδίκην ὁρίσωμεν τῆς παραβάσεως. Τίς οὖν ἐστιν ἡ κα49.232 ταδίκη; Οὐκ ἔτι τοῦτο ὁρίζω ἐγὼ, ἀλλ' ὑμᾶς αὐτοὺς ἀφίημι κυρίους τῆς ψήφου εἶναι. Οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἴ ποτε περιπέσωμεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσόμεθα ∆εσπότην, καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγησόμεθα, καὶ μετὰ παῤῥησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49.231 ΚΑΤΗΧΗΣΙΣ ∆ΕΥΤΕΡΑ.
Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν