1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ἀπὸ δὲ τούτων οἰκίαι τε καὶ τείχη καὶ πόλεις ἔστησαν. Σὺ δέ μοι δεῖξον, τί τὸ κέρδος ἀπὸ τῶν μαργαριτῶν γένοιτ' ἂν τούτων, μᾶλλον δὲ ποῖον οὐκ ἂν γένοιτο βλάβος; Καὶ γὰρ ἵνα σὺ κόκκον ἕνα φορέσῃς, μυρίοι τῷ λιμῷ πένητες ἄγχονται· ποίας οὖν ἀπολογίας τεύξῃ; τίνος συγγνώμης; Βούλει κοσμῆσαι τὸ πρόσωπον; μὴ μαργαρίταις, ἀλλὰ σωφροσύνῃ καὶ σεμνότητι· οὕτω χαριεστέραν ὄψεται 49.238 τὴν ὄψιν ὁ ἀνήρ. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐμβάλλειν εἴωθεν καὶ εἰς ἔχθρας καὶ φιλονεικίας καὶ μάχας· οὐδὲν γὰρ ὄψεως, ὑποπτευομένης ἀηδέστερον· ὁ δὲ τῆς ἐλεημοσύνης καὶ σωφροσύνης κόσμος πᾶσαν μὲν ἐκβάλλει πονηρὰν ὑπόνοιαν, παντὸς δὲ δεσμοῦ σφοδρότερον ἐπισπάσεται τὸν σύνοικον. Οὐ γὰρ οὕτω κάλλους φύσις εὔμορφον ποιεῖ γίνεσθαι τὴν ὄψιν, ὡς ἡ τοῦ θεωροῦντος αὐτὴν διάθεσις· διάθεσιν δὲ οὐδὲν οὕτως, ὡς σωφροσύνη καὶ σεμνότης ποιεῖν εἴωθεν. Ὥστε κἂν εὔμορφος ᾖ τις, ἀπεχθῶς δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ ἔχῃ, πάντων αἰσχροτέρα αὐτῷ φανεῖται· κἂν μὴ τύχῃ τις εὐπρεπὴς οὖσα, ἡδέως δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ ἔχῃ, πάντων εὐμορφοτέρα αὐτῷ φανεῖται· οὐ γὰρ ἐν τῇ φύσει τῶν ὁρωμένων, ἀλλ' ἐν τῇ διαθέσει τῶν ὁρώντων αἱ ψῆφοι γίνονται. Καλλώπισον τοίνυν τὴν ὄψιν σωφροσύνῃ, σεμνότητι, ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, ἀγάπῃ, τῇ περὶ τὸν ἄνδρα φιλοφροσύνῃ, ἐπιεικείᾳ, πραότητι, ἀνεξικακίᾳ· ταῦτα τῆς ἀρετῆς τὰ χρώματα· διὰ τούτων ἀγγέλους, οὐκ ἀνθρώπους ἐραστὰς ἐπισπάσῃ, διὰ τούτων αὐτὸν ἔχεις τὸν Θεὸν ἐπαινέτην· ὅταν δὲ ὁ Θεὸς ἀποδέξηται, καὶ τὸν ἄνδρα σοι ὑποτάξει πάντως. Εἰ γὰρ σοφία ἀνθρώπου φωτίζει τὸ πρόσωπον, πολλῷ μᾶλλον ἀρετὴ γυναικὸς φωτίζει τὴν ὄψιν. Εἰ δὲ μέγαν νομίζεις εἶναι τοῦτον τὸν κόσμον, εἰπέ μοι, τί σοι τὸ ὄφελος ἀπὸ τῶν μαργαριτῶν τούτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεται; Καὶ τί χρὴ λέγειν τὴν ἡμέραν ἐκείνην, ἐξὸν καὶ ἀπὸ τῶν παρόντων ταῦτα ἀποδεῖξαι πάντα; Ὅτε γοῦν οἱ δόξαντες εἰς τὸν βασιλέα ὑβρικέναι, εἰς τὸ δικαστήριον εἵλκοντο καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε αἱ μητέρες καὶ αἱ γυναῖκες τὰ περιδέῤῥαια καὶ τὰ χρυσία καὶ τοὺς μαργαρίτας ἀποθέμεναι καὶ τὸν κόσμον ἅπαντα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ, λιτὴν καὶ εὐτελῆ λαβοῦσαι ἐσθῆτα, καὶ σποδὸν καταπασάμεναι, καὶ πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου κυλινδούμεναι, οὕτω τοὺς δικάζοντας ἐπέκαμπτον. Εἰ δὲ ἐπὶ τῶν ἐνταῦθα δικαστηρίων τὰ μὲν χρυσία καὶ οἱ μαργαρῖται καὶ ἡ ποικίλη ἐσθὴς ἐπιβουλὴ καὶ προδοσία γένοιτ' ἂν, ἡ δὲ ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ τέφρα καὶ τὰ δάκρυα καὶ τὰ εὐτελῆ ἱμάτια μᾶλλον ἐπισπᾶται τὸν δικαστὴν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀδεκάστου ψήφου καὶ φοβερᾶς ἐκείνης γένοιτ' ἂν τοῦτο. Τίνα γὰρ ἕξεις, εἰπέ μοι, λόγον εἰπεῖν, ποίαν ἀπολογίαν, ὅταν ὁ ∆εσπότης ἐγκαλῇ σοι περὶ τῶν μαργαριτῶν τούτων, καὶ τοὺς πένητας εἰς μέσον ἀγάγῃ τῷ λιμῷ διαφθαρέντας; ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μὴ ἐν πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἐντεῦθεν μὲν γὰρ ἡ ἐπιβουλὴ γένοιτ' ἄν· εἰ δὲ καὶ διηνεκῶς αὐτῶν ἀπολαύσαιμεν, ἀλλὰ τῷ θανάτῳ πάντως ἀποστησόμεθα. Ἀπὸ δὲ ἀρετῆς ἀσφάλεια πᾶσα, καὶ μεταβολὴ καὶ μετάπτωσις οὐδεμία, ἀλλὰ καὶ ἐνταῦθα ἡμᾶς ἀσφαλεστέρους ποιεῖ, καὶ ἐκεῖ συμμεθίσταται. Βούλει κτήσασθαι μαργαρίτας, καὶ τὸν πλοῦτον τοῦτον μηδέποτε ἀποθέσθαι; περιελομένη τὸν κόσμον ἅπαντα εἰς τὰς τοῦ Χριστοῦ χεῖρας ἀπόθου διὰ τῶν πενήτων· ἐκεῖνός σοι φυλάξει τὸν πλοῦτον ἅπαντα, ἐπειδὰν ἀναστήσῃ σου τὸ σῶμα μετὰ πολλῆς τῆς λαμπρότητος· τότε σοι βελτίονα περιθήσει πλοῦτον καὶ κόσμον μείζονα, ὡς ὅ γε παρὼν οὗτος εὐτελὴς καὶ καταγέλαστος. Ἐννόησον οὖν τίσιν ἀρέσκειν βούλει, καὶ διὰ τίνας περίκεισαι τὸν κόσμον τοῦτον, ἵνα ὁ σχοινοστρόφος, καὶ ὁ χαλκοτύπος. καὶ ὁ ἀγοραῖος ἰδόντες θαυμάσωσιν· εἶτα οὐκ αἰσχύνῃ οὐδὲ 49.239 ἐρυθριᾷς ἐκείνοις ἐπιδεικνυμένη, καὶ οὓς οὐδὲ ἀξίους εἶναι νομίζεις τῆς σῆς προσρήσεως, διὰ τούτους ἅπαντα ποιοῦσα, Πῶς οὖν καταγελάσεις τῆς φαντασίας ταύτης; Ἂν ἀναμνησθῇς τῆς φωνῆς ἐκείνης, ἣν ἀφῆκας μυσταγωγουμένη· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου· ἡ γὰρ περὶ τὸν