1

 2

 3

 4

 5

 6

 7

7

Τὸ μὲν οὖν ἄμεινον, μηκέτι πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας. Εἰ δ' ἄρα τις ὑπεσκελίσθη ποτὲ, ταῦτα ἐπιτιθέτω τὰ φάρμακα, πρότερον ὑποσχόμενος μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν. Καὶ ἡμεῖς τοίνυν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ τὴν ζωὴν ἀναλώσωμεν, τὰ πρότερα ἁμαρτήματα ἐκκαθάρωμεν, καὶ τὸν ἐπίλοιπον ἅπαντα βίον ἐν σωφροσύνῃ καὶ κοσμιότητι 51.225 καὶ τῇ λοιπῇ διαγάγωμεν ἀρετῇ· ἵνα καὶ τὸν Θεὸν ἔχοντες ἵλεων, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν 51.226 Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.