1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

καὶ κακώσουσιν ἔτη τετρακόσια, ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ ἔλεγεν. Ἵν' οὖν μὴ πρὸς τὸ μῆκος ἀπαγορεύσαντες τοῦ χρόνου, καὶ τὴν ταλαιπωρίαν οὐ φέροντες ἀπογνῶσι πρὸς τὴν ἐπάνοδον, καὶ ἀναπέσωσι, μέγιστον αὐτοῖς ἐνέχυρον ἐλπίδος διδοὺς προεῖπεν περὶ τῆς ἀνακομιδῆς τῶν ὀστῶν, ἵν' ἐκεῖνοι πρὸς ἑαυτοὺς λογιζόμενοι, ὅτι εἰ μὴ σφόδρα καὶ μετὰ 50.691 ἀκριβείας ἑαυτὸν ὁ δίκαιος πεπεικὼς ἦν, ὅτι Πάντες ἐπανήξομεν, οὐκ ἂν περὶ τῶν ὀστῶν ἐνετείλατο, ἀναμφισβήτητον ἔχωσιν ἀπόδειξιν καὶ ἐλπίδα βεβαίαν τῆς εἰς τὴν ἐνεγκοῦσαν ἐπανόδου. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ διὰ τοῦτο προεῖπε περὶ τῶν ὀστῶν αὐτοῦ, οὐχ ὑπὲρ ταφῆς φροντίζων, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν διορθούμενος, ἄκουσον τί φησιν ὁ Παῦλος· Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Τί ἐστι, Πίστει; Ἀντὶ τοῦ προεώρα τὰ μακροῖς ὕστερον συμβησόμενα χρόνοις, καὶ ὅτι πάντως οἱ ἔγγονοι ἀπολήψονται τὴν οἰκείαν. Ἵν' οὖν τοῦτο ἐνδείξηται, ἀμφότερα ταῦτα προεῖπε, καὶ ἦν ἰδεῖν θαυμαστὸν καὶ παράδοξον ἐπὶ τῆς ἐξόδου πρᾶγμα τῶν ὀστῶν ἐπιφερομένων. Ὁ γὰρ καταγαγὼν αὐτοὺς εἰς Αἴγυπτον Ἰωσὴφ, αὐτὸς αὐτῶν καὶ ἀνιόντων προηγεῖτο πάλιν, εἰς ὑπομονὴν ἀλείφων καὶ τὴν τῶν μελλόντων ἐλπίδα. Ὁρῶντες γὰρ ἐκεῖνοι τὰ λείψανα πρὸ τῶν ὀφθαλμῶν, εἶτα ἐντεῦθεν ἀναμιμνησκόμενοι τῆς ἱστορίας ἁπάσης ἐκείνης, καὶ ἀναλογιζόμενοι πρὸς ἑαυτοὺς, ὅτι παρὰ τῶν ἀδελφῶν ἐπεβουλεύθη, ὅτι εἰς λάκκον ἐῤῥίφη, ὅτι περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν, ὅτι δεσμωτήριον ᾤκησε, καὶ τὰ ἄλλα δὴ πάντα τὰ συμβεβηκότα αὐτῷ· εἶτα, ὅτι μετ' ἐκεῖνα πάντα βασιλεὺς ἐγένετο καὶ τῆς Αἰγύπτου πρῶτος, καὶ τοσούτων κηδεμὼν καὶ προστάτης, ἱκανὰς εἶχον ἐλπίδας ὑπὲρ τῆς ἀπαλλαγῆς τῶν ἀεὶ καταλαμβανόντων αὐτοὺς δεινῶν, παιδευόμενοι διὰ τῶν ὀστῶν τοῦ δικαίου, ὅτι οὐδεὶς τῶν ἐπὶ τὸν Θεὸν πιστευσάντων, καὶ τὴν παρ' ἐκείνου συμμαχίαν ἀναμεινάντων ἐγκατελείφθη ποτέ. Κἂν γὰρ λυπηρά τινα καὶ ἀβούλητα μεσολαβῇ τὰς ὑποσχέσεις, καὶ μεταξὺ παρεμπίπτῃ, τοῦ τε τέλους οὐδέποτε ἐκκροῦσαι δυνήσεται τοὺς ἐλπίζοντας, ἀλλ' ἐκβήσεται πάντως ἐκεῖνο τὸ προῤῥηθὲν κατὰ τὴν ἄνωθεν ψῆφον, λαμπροτέρους ποιοῦν τοὺς μεθ' ὑπομονῆς ἀναμένοντας τὰ παρὰ τοῦ Θεοῦ θεσπισθέντα ἅπαντα. ∆ιὰ ταῦτα περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο. ʹ. Μὴ τοίνυν ἐπὶ τοσοῦτον ὑπὲρ τῆς οἴκοι ταφῆς ἀκριβολογώμεθα, μηδὲ θάνατον τρέμωμεν, ἀλλὰ ἁμαρτίαν. Οὐ γὰρ θάνατος ἁμαρτίαν ἔτεκεν, ἀλλὰ ἁμαρτία θάνατον ἡμῖν ἐγέννησε· θάνατος δὲ ἁμαρτίας γέγονε φάρμακον. Ὅτι γὰρ οὐ χρὴ θάνατον δεδοικέναι, ἀλλὰ ἁμαρτίαν, ἄκουσον τί φησιν ὁ προφήτης· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς ὅτι οἱ μὲν προσέχοντες ἑαυτοῖς καὶ καρπώσασθαι τὰ μέγιστα ἀπ' αὐτοῦ δύνανται, οἱ δὲ ἠμελημένοι καὶ ῥᾳθυμοῦντες, οὗτοί εἰσιν οἱ τὸ πρᾶγμα ἐν τάξει καταδίκης δεχόμενοι; Οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτον κινῶ τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλῶν πολλάκις ἀκούω λεγόντων περὶ θανάτου τρόπων, καὶ τοὺς μὲν οὐκ ὄντας ἐπονειδίστους αἰσχυνομένων, τοὺς δὲ μεγίστης ὄντας κατηγορίας ἀξίους οὐ διαβαλλόντων, τούτου χάριν καὶ τοῦτον βούλομαι διευκρινῆσαι τὸν λόγον τήμερον. Εὔκαιρος γὰρ καὶ οὗτος ἐν μαρτύρων ἡμέρᾳ τῆς φιλοσοφίας ὁ τρόπος. Πολλῶν γὰρ ἤκουσα λεγόντων, κυνὸς ἀτιμότερον ὁ δεῖνα τετελεύτηκεν ἐπ' ἀλλοτρίας, οὐδενὸς τῶν ἐπιτηδείων παρόντος, οὔτε τῇ γῇ παραδιδόντος, ἀλλὰ μόλις ὀλίγων γειτόνων ἀλλήλους συγκαλούντων, ἐξ ἐράνου τινὸς περισταλεὶς, οὕτω παρεδόθη ταφῇ. Ἵν' οὖν μὴ ταῦτα ἡμᾶς λυπῇ, ἀναγκαῖον καὶ ταύτην 50.692 διορθώσασθαι τὴν ὑπόνοιαν. Οὐ γάρ ἐστι τοῦτο κυνὸς ἀθλιώτερον ἀποθανεῖν, ἄνθρωπε, ἀλλὰ κυνὸς ἀθλιώτερον ἀποθανεῖν ἐστι τὸ ἐν ἁμαρτίᾳ ἀποθανεῖν, οὐ τὸ ἐπ'