1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

κατοιχομένων θεασαμένους, ἀνάγκη πᾶσα καὶ ἑκόντας καὶ ἄκοντας τούτους ἀπὸ τῆς ὄψεως δέξασθαι τοὺς λογισμοὺς, καὶ δεξαμένους ὑψηλοτέρους γενέσθαι, καὶ τῆς πρὸς τὰ βιωτικὰ πράγματα συμπαθείας ἀπαλλαγῆναι. Οὐ μόνον δὲ λογισμοὺς τοιούτους δεξόμεθα, ἀλλὰ καὶ πρὸς τὴν αἰώνιον ἡμῶν πατρίδα σπεύδειν καὶ παρασκευάζεσθαι ἀρκοῦσαν παράκλησιν ἕξομεν, καὶ πάντα πρὸς τὴν ἀποδημίαν τὴν ἐκεῖ τὰ καθ' ἡμᾶς εὐτρεπίζειν, εἰδότας ὅπερ ἂν ἐνταῦθα τῶν ἡμετέρων καταλίπωμεν, ζημίαν ἡμῖν οἴσειν καταλειφθέν. Καθάπερ γὰρ ὁδοιπόρος μακρὰν ὁδεύων ὁδὸν καὶ πρὸς τὴν πατρίδα ἐπειγόμενος τὴν ἑαυτοῦ, ὅπερ ἂν ἐν τῷ πανδοχείῳ καταλίπῃ, πάντως ἀπώλεσε, καὶ ἐζημίωται· οὕτω δὴ καὶ ἡμεῖς ὅσα ἐνταῦθα τῶν ἡμετέρων ἀφέντες ἀπέλθωμεν, ἐζημιώμεθα πάντα· διὸ χρὴ τὰ μὲν μεθ' ἑαυτῶν, τὰ δὲ 50.685 πρὸ ἑαυτῶν παραπέμπειν ἐκεῖ. Ὁδὸς γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ οὐδὲν στάσιμον ἔχει, ἀλλὰ καὶ τὰ λυπηρὰ αὐτοῦ καὶ τὰ χρηστὰ παροδεύομεν. ∆ιὰ δὴ τοῦτο μάλιστα πάντων τουτὶ φιλῶ τὸ χωρίον, ὅτι οὐκ ἐν συνάξει μόνον, ἀλλὰ καὶ συνάξεως χωρὶς πολλάκις ἐνταῦθα ἀφικνούμενος, τούτων συνεχῶς ἐμνήσθην τῶν λόγων, τῶν ὀφθαλμῶν μου τοὺς τάφους ἐν ἐρημίᾳ πολλῇ μεθ' ἡσυχίας περισκοπούντων, καὶ τὴν ψυχὴν πρὸς τοὺς κατοιχομένους καὶ τὴν ἐκεῖ παραπεμπόντων κατάστασιν. βʹ. ∆ιὰ δὴ ταῦτα καὶ τὸν γενναῖον τοῦτον θαυμάζω πατέρα, ὅτι γαληνῆς ἡμέρας ἐπιλαβόμενος ἐνταῦθα ἡμᾶς ἐξήγαγε, προηγουμένης δὲ καὶ ὁδηγούσης τῆς μακαρίας ∆ροσίδος, ἧς τὴν μνήμην ἐπιτελοῦμεν. Καὶ γὰρ πρὸς τοῖς εἰρημένοις ἕτερόν τι μεῖζον ἀπὸ τοῦ τόπου κέρδος ἐστὶ καρπώσασθαι. Ὅταν γὰρ τὰς ἄλλας παραδραμόντες λάρνακας ἐπὶ τὰς τῶν μαρτύρων θήκας ἔλθωμεν, ὑψηλότερον ἡμῖν τὸ φρόνημα γίνεται, εὐτονωτέρα ἡ ψυχὴ, μείζων ἡ προθυμία, θερμοτέρα ἡ πίστις. Ἐπειδὰν οὖν τοὺς πόνους καὶ τοὺς ἀγῶνας καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα καὶ τοὺς στεφάνους τῶν ἁγίων ἀναλογισώμεθα τούτων, πάλιν ἑτέραν μείζονα πρόφασιν ταπεινοφροσύνης εὑρίσκομεν. Κἂν γὰρ μεγάλα τις ᾖ κατωρθωκὼς, οὐδὲν ἡγήσεται μέγα πεποιηκέναι, αὐτοῦ τὴν ἀρετὴν τοῖς ἐκείνων παλαίσμασι· κἂν μηδὲν ᾖ μέγα καὶ ἀγαθὸν εἰργασμένος, οὐκ ἀπογνώσεται τῆς ἑαυτοῦ σωτηρίας, πρὸς ἀρετῆς μεταβολὴν ἀπὸ τῆς ἀνδρείας τούτων λαβὼν παράκλησιν, καὶ πρὸς ἑαυτὸν ἐννοήσας, ὅτι συμβήσεταί ποτε καὶ αὐτὸν ἴσως τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταξιούσης, τοιαῦτα ἅλλεσθαι ἅλματα, καὶ ἀθρόον πρὸς τὸν οὐρανὸν ἀναβῆναι, καὶ τῆς μεγίστης ἐκείνης παῤῥησίας ἐπιτυχεῖν· καὶ ταῦτα καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐντεῦθεν ἔστι φιλοσοφήσαντας ἀπελθεῖν. Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων πραγμάτων, καὶ τῆς τῶν μελλόντων ἐπιθυμίας ὁδὸς, παραμυθία τῶν κατεχόντων ἡμᾶς δεινῶν, καὶ ὑπομονῆς πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων τῶν ἀγαθῶν ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ· καὶ εἰ βούλεσθε τούτων ἕκαστον ἀποδείξομεν, καὶ ἐροῦμεν πῶς ἐστι πιστῶν παράκλησις, Ἐκκλησιῶν παῤῥησία, ἀναστάσεως ἀπόδειξις, καὶ τὰ λοιπὰ ἅπαντα, ἅπερ εἶπον νῦν. Ὅταν οὖν πρὸς Ἕλληνας ἡμῖν ἀγῶνες κινῶνται καὶ μάχαι περὶ δογμάτων, καὶ διαβάλλωσιν ἡμῶν τὴν πίστιν, μετὰ τῶν ἄλλων καὶ τοῦτο προβαλλώμεθα πρὸς ἐκείνους, τῶν μαρτύρων φημὶ τὸν θάνατον, λέγοντες· Τίς τούτους ἔπεισε τῆς παρούσης καταφρονῆσαι ζωῆς; Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς καὶ οὐκ ἀνέστη, τίς τὰ ὑπὲρ φύσιν ταῦτα κατώρθωσεν; Ὅτι γὰρ οὐκ ἀνθρωπίνης δυνάμεως μυριάδας τοσαύτας ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν καὶ παρθένων ἀπειρογάμων καὶ παιδίων μικρῶν πείθειν 50.686 ὑπερορᾶν τῆς παρούσης ζωῆς, καὶ κατατολμᾷν