1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

πρόξενος, καὶ δεικνὺς ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τιμῶν τὸν γεννήτορα, καὶ παραχωρῶν τῇ σαρκὶ διὰ τῆς οἰκείας ἰέναι φύσεως, ἵνα δι' ἑαυτῆς καὶ νευρωθῇ, καὶ παιδευθῇ, καὶ ἐν μυήσει καὶ ἕξει τῶν κρειττόνων γένηται. Οὐ μὴν ἀλλὰ καὶ δελεάζων τὸν τύραννον ἐπιμελῶς τηροῦντα, εἰ Θεὸς εἴη. Τοῦτο γὰρ ἡ τῶν θαυμάτων ἐκήρυττε δύναμις. ∆ιὰ τοῦτο πανταχοῦ τοῖς θείοις τὰ ἀνθρώπινα μίγνυσιν, ὥσπερ τινὶ βρώματι ὑποκρύπτων τὸ ἄγκιστρον. Οὕτω γὰρ ὁ θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προσλήμματι εἰκότως δελεασθήσεται. Μετ' εὐχῆς γὰρ ὁρῶν ἐξαστράπτοντα, καὶ Μωϋσέως ἀνεμνήσθη δεδοξασμένου τὸ πρόσωπον. Ἀλλὰ Μωϋσῆς μὲν ἔξωθεν τῆς δόξης προσγινομένης δεδόξασται, ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐπίκτητον ἔσχε τὸ τῆς δόξης ὡράϊσμα, ἀλλ' ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης λαμπρότητος. ιαʹ. Ἀλλὰ τίς ἡ ἐπίκλησις, ὁ προφήτης ∆αβὶδ διδασκέτω σε, οὕτω σαφῶς προσφθεγγόμενος· Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Πατὴρ μὲν ὡς Θεοῦ καὶ Υἱοῦ πρὸ αἰώνων, καὶ τῆς οὐσίας ἐκλάμψαντος τοῦ γεννήτορος· Θεὸς δὲ καὶ ἀντιλήπτωρ τῆς σωτηρίας, ὡς σαρκωθέντος, καὶ τὴν ἡμετέραν ἐν 96.564 ἑαυτῷ φύσιν ἀνακαινίζοντος, καὶ πρὸς τὸ ἀρχαῖον κάλλος ἀναβιβάζοντος τῆς εἰκόνος, καὶ τὸ κοινὸν φέροντος ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος πρόσωπον. ∆ιὸ καὶ ἐπήγαγε· Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. Πρωτότοκος γὰρ ἐν πολλοῖς ἀδελφοῖς ἐχρημάτισεν, ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς σαρκός τε καὶ αἵματος. Ὡς Θεὸς μὲν Λόγος· Υἱὸς ἀεὶ ὢν, οὐκ ἐγένετο ὕστερον· ὡς ἄνθρωπος δὲ, καὶ ὕστερον γεγονέναι λέγεται, ἵνα μείνῃ ἄτρεπτον ἐν ἑαυτῷ τὸ τῆς υἱότητος ἴδιον. Αὐτὸς γὰρ σὰρξ γενόμενος, τῆς σαρκὸς Υἱοῦ Θεοῦ γενομένης ἐξ ἄκρας ὑπάρξεως διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, αὐτὸς τοῦτο γεγενῆσθαι λέγεται, ὢν μὲν θεϊκῶς, γενόμενος ὡς ἄνθρωπος. ιβʹ. Ἐν ὄρει τοίνυν Θαβὼρ τοὺς ἐν ὕψει τῶν ἀρετῶν διαπρέποντας παραλαβὼν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται, ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων τῇ ἀστραπῇ τῆς θεότητος. Ἀνάρχως μὲν γὰρ ἐκ Πατρὸς γεννηθεὶς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδ' αὖ τὴν δόξαν προσλαμβανόμενος. Ἐκ Πατρὸς μὲν γὰρ, ἀλλ' ἀνάρχως καὶ ἀχρόνως ἐστὶ, τὴν οἰκείαν κεκτημένος τῆς δόξης τὴν λαμπρότητα· καὶ σαρκωθεὶς ὁ αὐτός ἐστιν, ἐν τῷ αὐτῷ μένων τῆς θείας φανότητος. Καὶ δοξάζεται μὲν ἡ σὰρξ ἅμα τῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγῇ, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος λέγεται. Εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο Χριστὸς, τῷ Πατρὶ ὁμοούσιος, καὶ ἡμῖν συμφυὴς καὶ ὁμόφυλος. Εἰ καὶ τοίνυν οὐδέποτε τὸ σῶμα τὸ ἅγιον ἀμέτοχον τῆς θείας δόξης ὑφέστηκεν, ἀλλ' ἐξ ἄκρας ἑνώσεως τῆς καθ' ὑπόστασιν τὴν δόξαν τῆς ἀοράτου θεότητος τελείως πεπλούτηκεν, ὡς μίαν καὶ τὴν αὐτὴν εἶναι δόξαν τοῦ Λόγου καὶ τῆς σαρκὸς, ἀλλ' ἀφανὴς ἡ δόξα ὑπάρχουσα τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα, τῆς σαρκὸς δεσμίοις ἀόρατος ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, ἀλλ' ὃπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα, καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Καὶ τοῦτό ἐστι τὸ, Μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρ' ὃ τὸ πρὶν ἐφαίνετο, ἕτερον νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος. ιγʹ. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τοῦ τὸν ἥλιον ἐξουσίᾳ πολλῇ δᾳδουχήσαντος· τοῦ τὸ φῶς τὸ πρὸ ἡλίου κτίσαντος, καὶ φωστῆρα τὸν ἥλιον φωτὸς δοχεῖον τεκτῃναμένου μετέπειτα. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, τὸ ἐξ ἀληθινοῦ καὶ ἀΰλου 96.565 φωτὸς ἀϊδίως γεννώμενον, ὁ ἐκ Πατρὸς ἐνυπόστατος Λόγος, τὸ τῆς δόξης ἀπαύγασμα, ὁ φυσικὸς χαρακτὴρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως τούτου τὸ