αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρού σαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν ἐκάθισα. νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν λαλήσας μηδέν. καὶ τῇ ὥρᾳ τῆς ἐνάτης ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιω πῶν. ἐγὼ δὲ εἶπον· ἐγείρεσθε, φάγωμεν. καὶ ἀνα στάντες ἐφάγομεν. καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· ὑπ άγεις; ἐγὼ δὲ εἶπον· οὐχί, ἀλλ' ὧδε κοιμῶμαι. καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος. καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. ὡς δὲ ἔθηκαν ἑαυτούς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μι κρότερον εἰς τὴν πλευράν, καὶ ἐγείρονται, καὶ ζων νῦσιν ἑαυτούς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ εἶδον ἄγγελον κυρίου κατέχοντα ῥομφαίαν πυρός, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ' αὐτοῦ. τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγί σαι. καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διυπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; λέγω· ναί· καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν ἀλληλούια. καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. ὡσαύτως καὶ ὁ μείζων ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. καὶ ἐξελθὼν λέγω· εὔξασθε περὶ ἐμοῦ. αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες. ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι, τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. μετὰ δὲ μικρὰς ἡμέρας ἐκοι μήθη ὁ μείζων ἀδελφός, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μι 34.257 κρότερος. καὶ ὅτε παρέβαλόν τινες τῶν πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλ λαν αὐτῶν λέγων· δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακα λοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σέ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς κύριον. παραγενομένου αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν· καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. ὁ δὲ ἀκούσας ἔφη· κλαύσωμεν, ἀδελφοί, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐ τῶν καὶ εἶπον· πάτερ, εὖξαι ὑπὲρ ἡμῶν. Ἄλλοτε πάλιν δαίμων ἐπέστη τῷ ἀββᾷ Μα καρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς λέγει αὐτῷ· ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε. Εἶπεν ὁ ἀββᾶς Μακάριος· ἐὰν μνησθῶ μεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κα κῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης· ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων, ὅτι ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλ θον κλέψαι