πεζῷ, οὐ μέτροις τε καὶ ποιήμασιν· ἢ πάρεισί γε ἴσως πολλοί, ἀλλ' οὐ λόγος αὐτοῖς τοῦ πράγματος, ὡς μηδὲ λόγου αὐτοῖς ὄντος. καὶ ῥέει μὲν ὁ χρόνος ἀκάθεκτα, συρρεῖ δὲ πᾶν εἴ τι καλὸν ἐν αὐτῷ γέγονέ τε καὶ γίνεται, ὡς μηδὲ δόξαι γεγονέναι ποτέ. καὶ θαυμαστόν γε σκοπῶν κατενόησα, πῶς ἐν οἷς μὲν γηραιῷ τινι ἔοικε μήτ' ὠδῖνας γενναίας ἔχοντι, μήτε τι καινότατον ἀποτίκτοντι, Ὁμήρους εἰσάγει καὶ Πλάτωνας, ἐν οἷς δ' ἀνηβᾶν δοκεῖ καὶ ἀκμὴν ἔχειν νεότητος, καὶ παραδόξων πραγμάτων εἶναι τοκεύς, ἀντ' Ἀριστοτέλους καὶ Μενεκράτους, ὑφάντας ἀπογεννᾷ καὶ χυτρέας, καὶ δῆμόν τινα τεχνῶν πρακτικῶν ἐμπειρότατον; εἰ γάρ τις ἀφέλῃ τὸν κόμπον τῶν ὀνομάτων καὶ τὸ πολυειδὲς τοῦ μέτρου καὶ τοῦ ῥυθμοῦ οἷς Ὅμηρος τὴν Ἰλιάδα συγγράφων ἐχρήσατο, εὑρήσει τὸ ὅλον Ἀλέξανδρον κόρην ἁρπάσαντα, καὶ μάχην ἐπὶ τούτῳ συγκροτηθεῖσαν, τὰ δ' ἄλλα, μύθους τινὰς καὶ σοφιστικὰ πλάσματα, ἔριν θεῶν ἑτερόδοξον, Κρόνου ῥίψιν καὶ σύντριψιν, ∆ῖα πατροφόνον καὶ τύραννον, Τιτᾶνας αὖθις γῆς παῖδας τῷ μεγίστῳ τούτῳ ἐπανισταμένους θεῷ, κεραυνοὺς οὐκ ἐκ νεφῶν ῥηγνυμένους ἀλλ' ἐκ τῆς αἰγίδος, ἴσως ἀφ' ἧς καὶ αἱ βρονταί, καὶ τὸν ἄλλον λῆρον ὃν ὁ τῆς ματαιότητος ἀνέπλασε λογισμός. ἐν στενῷ γὰρ κομιδῇ τῶν πραγμάτων καθεστηκότων καὶ τὴν ποιητικὴν οὐχ ὁρώντων μοῦσαν, παραδοξολογίαι τινὲς ἀνεπλάσθησαν, καὶ Καλλιόπη τις ἐσχεδιάσθη τῷ λόγῳ καλλιόπην διδοῦσα τῷ ποιητῇ. Εἰ δὲ παρῆν Ὅμηρος νῦν, καὶ εἴ τις ἄλλος τῶν κατ' ἐκεῖνον, οὐδὲ πᾶσαι ἂν ἤρκεσαν μοῦσαι ἐμπνέουσαι τῷ συγγραφεῖ τὴν σοφίαν αὐτόματον καὶ χάριν τῆς συγγραφῆς ἐνσταλάζουσαι· οὕτως καινὰ τὰ παρόντα καὶ πρὸς τὰ παρῳχηκότα τὸ ἀσύγκριτον ἔχοντα· καὶ οἶμαι μήδ' ἂν ἔτι τὸν χρόνον τοιαῦτα δυνηθῆναι τεκεῖν, κατὰ τοὺς ἅπαξ ἑαυτοὺς τῶν δρομικῶν ἐπιτείναντας καὶ τὸν τόνον τοῦ σώματος παραλύσαντας ὡς πρὸς δευτέρους ἀγῶνας μὴ ἐνεργεῖν. τίνα δ' εἰσὶν ἃ τέτοκε νῦν; πολλὰ μὲν καὶ παράδοξα, ἀρχὴ δὲ πρώτη καὶ ὑπόθεσις, σύ. Εὐτυχὴς δὲ ὢν πάντα καὶ θεῖος, ὦ βασιλεῦ, τοῦτο μόνον τὴν ἐμὴν γλῶτταν ἠτύχησας, οὔθ' ὑπὸ μουσῶν κινουμένην, οὔτε τινὸς ἄλλης δυνάμεως. ἀλλὰ θάρσει κἀνταῦθα· ἀντὶ γὰρ Καλλιόπης αὐτῆς καὶ μουσικῆς δάφνης αἱ τῶν παρὰ σοῦ πραγμάτων ἔσονταί μοι καινότητες, οὕτω τὸν λόγον ῥωννύουσαι, ὡς μηδὲ σοφίας δεῖσθαι τῆς ἔξωθεν. εἰ δὲ μηδέν τι κομψὸν εὐθὺς προβάλλεται, μηδέ τι γαῦρον καὶ ἐπηρμένον, μὴ κάκιζε, μηδ' ἀγροικίαν ἐγκάλει τῷ γράψαντι· ἱστορίας γὰρ ἁπτόμενος χαρακτῆρα ἐπεμβάλλει κατάλληλον, τελευτῶν δὲ εἰς τοὺς σοὺς ἐπαίνους δώσει τι καὶ τῶν γλαφυρῶν καὶ ὥραν ἐχόντων χαρίεσσαν. ἀλλὰ νῦν τῆς ἱστορίας ἀπάρχεται. Τῶν τοῦ Ῥωμανοῦ παίδων ἅτερος ἐν βαρεῖ καὶ βιαίῳ καιρῷ, καὶ φύσεσι γενναίαις πρὸς ἅπερ ὁρμήσειε, τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν εἰληφώς, καὶ φύσιν μὲν ἔχων ὀξεῖαν, φρόνημα δ' οἷον ἀντιστῆναι δυνάμενον πρὸς χειμῶνα καὶ κλύδωνα, μὴ διδούσης τῆς ἡλικίας, οἰκονόμοις τισὶν ἐχρῆτο καὶ ἐπιτρόποις πρὸς τὴν τῶν ὅλων κυβέρνησιν. οὐ μὴν ὥσπερ ἕτερος ἐν εὐτυχίας μέρει τὸ τυχεῖν ἀρίστων τῆς πολιτείας ἐφόρων κρίνων καὶ λογιζόμενος, ψυχαγωγίαις ἐδίδου ἑαυτὸν καὶ ἀνέσεσι καὶ οἷς καταδουλοῦται τῆς ψυχῆς τὸ βασίλειον, ὥς πού φασι τὸν νεώτερον ∆ιονύσιον τῷ συγγενεῖ ∆ίωνι καταπιστεύσαντα τὴν ἀρχὴν τὸ πρότερον. ἀλλὰ καὶ μᾶλλον ἤσχαλλεν, ἐδυσφόρει, τῷ ἀτελεῖ τῆς ἡλικίας ἐμέμφετο, καὶ ὅτι μὴ παρ' ὥραν ὁ τῆς φρονήσεως αὐτῷ ἀνεφύη βλαστὸς ἐθυμοῦτο παραδοξότατα. καινότητα γὰρ ἐξ ἀρχῆς ἐζήτει καὶ φύσεως καὶ φρονήματος, καὶ παρ' ἡλικίαν γηράσκειν ἐμηχανᾶτο, καὶ πρὶν ἢ κώπης ἅψασθαι οἰακοστροφεῖν, εἴ πως ἐνῆν, ἤθελεν. ἀλλ' ἦν αὐτῷ καὶ τὸ ἐνδέον τοῦ λογισμοῦ, συμπλήρωσις τοῦ φρονήματος. οὐ γὰρ ἐπλήρου τὰ ἐνθυμήματα, ἀλλ' ἐξὸν αὐτῷ ὧν ἐζήτει τυχεῖν, οὐκ ἐβούλετο, μή τι παρὰ τὸ εἰκὸς πράξειν αἰσχυνόμενος πρὸς ἀνταγωνιστὴν οὕτω χρόνον βαρύτατόν τε καὶ δυσαπάλλακτον. ἄρτι γὰρ αὐτῷ δύο μετὰ