φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν. ∆ιὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπι στρέφοντος ἐπὶ τὴν τήρησιν τῶν θείων ἐντολῶν τοιαῦτα γέγραπται· «Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ τὰ ἑξῆς ἕως τοῦ «ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν», περὶ δὲ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα· «Ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται». Ἢ λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις εἰσάγοντες, «ὁ ἄνομος» ὕστερον ἀποστρέφων «ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ φυλάσσων «πάσας τὰς ἐντολὰς» τοῦ κυρίου καὶ ποιῶν «δικαιοσύνην καὶ ἔλεον», ποίας φύσεως ἦν ἄνομος ὤν; Οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. Ἀλλ' εἰ ἄρα ψεκτῆς, καὶ ποίας φύσεως εὐλόγως ἂν λεχθ<εί>η, ὅτε ἀποστρέφει «ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν»; Εἰ μὲν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; Εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; Τὸ δ' ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου «ἐκ τῆς δικαιοσύνης αὐτοῦ» καὶ ποιοῦντος «ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας». Πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν· φαύλη γὰρ φύσις οὐκ ἂν ἐν δικαιοσύνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν-ἡ κακία-καρποὺς ἀγαθοὺς ποιεῖν-τοὺς ἀπὸ ἀρετῆς. Πάλιν τε αὖ οὐκ ἂν ἀστείας καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέ στρεφεν ἄν, μετὰ τὸ χρηματίσαι δίκαιος, «ἐκ τῆς δικαιοσύνης αὐτοῦ» ἐπὶ τὸ «ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε». 10.12 Τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις. Σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. Καὶ ὥσπερ τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τάδε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται, οἱ δὲ καθ' ἕτερα, καὶ ἕκαστος ὑφ' ὃ κεκράτηται μέρος, οὕτως εὕροις ἂν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς μὲν κεκρατη μένους ὑπὸ τὴν προφητικὴν πλοκήν, φέρ' εἰπεῖν, Ἡσαΐου κατὰ τόδε τὸ ῥητὸν ἢ Ἱερεμίου ἢ ∆ανιήλ, ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὰς κατὰ ἀποστολικήν. Πρῶτον γὰρ ἁλισκόμενός τις ὑπὸ τοῦ λόγου ἢ δοκῶν ἁλίσκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης σαγήνης. Οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἰχθύων ἐμπεριέχονται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ' ὡσπερεὶ πάντοθεν καταδουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. Βέβληται δὲ ἡ σαγήνη αὕτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ἀνθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁλμυροῖς πράγμασι τοῦ βίου νηχομένων. Αὕτη δὲ ἡ σαγήνη πρὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη οὐκ ἦν· ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ ὁ εἰπών· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.» Καὶ πεπλήρωται ἡ τῆς σαγήνης πλοκὴ ἐν τοῖς εὐαγγελίοις καὶ τοῖς Χριστοῦ διὰ τῶν ἀπο στόλων λόγοις. ∆ιὰ τοῦτο οὖν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ. ∆ύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς <γένους> συναγαγούσῃ δηλοῦν