δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων. 12.12 «∆ότε δόξαν κυρίῳ. τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά». ἔστι τινὰ ὄρη σκοτεινά, <ἔστι τινὰ ὄρη φωτεινά>· πλὴν ἐπ<εὶ> ὄρη ἑκάτερα, μεγάλα ἑκάτερα. φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ. ταῦτα πάντα ὄρη ἐστὶ φωτεινά, καὶ περὶ τούτων νομίζω λελέχθαι ἐν τοῖς Ψαλμοῖς· «οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις». ποῖα δὲ ὄρη σκοτεινά; οἱ τὰ ὑψώματα ἐπαίροντες κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὁ διάβολος ὄρος σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργού μενοι ὄρη εἰσὶ σκοτεινὰ καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν, καὶ σκοτεινὸν ὄρος ἦν, περὶ οὗ ἔλεγεν ὁ σωτήρ· «ἐρεῖτε τῷ ὄρει τούτῳ». περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων τῶν μαθητῶν· «διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό», ἀποκρίνεται ὁ σωτὴρ ὅτι «ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ», περὶ οὗ προετείνατε, περὶ οὗ ἐζητήσατε, «ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται». «ἔνθεν» ἀπὸ τοῦ ἀνθρώπου, «ἐκεῖ» ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. οἱ οὖν προσ κόπτοντες οὐ προσκόπτουσιν ἐπὶ ὄρη φωτεινά, ἀλλ' ἐπὶ ὄρη σκοτεινά, ὅταν γένωνται μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ, τῶν σκοτεινῶν ὀρέων. «Καὶ ἀναμενεῖτε εἰς φῶς». δύναται μέντοι συνάπτεσθαι τῷ «δότε κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν» <τὸ «καὶ ἀναμενεῖτε εἰς φῶς». ἐὰν δῶτε «κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν> πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπὶ ὄρη σκοτεινά», δῆλον ὅτι, κἂν συσκοτάσῃ, «ἀνα μενεῖτε τὸ φῶς» καὶ τὸ φῶς ὑμᾶς διαδέξεται. ἄλλος δὲ εἴποι ἄν (οὐκ οἶδα πότερον ὑγιῶς νοῶν ἢ μή), ὅτι καὶ οἱ προσκόπτοντες «ἐπ' ὄρη σκοτεινὰ» ἀναμενοῦσι παρὰ τοῖς ὄρεσι τοῖς σκοτεινοῖς ἀναμένοντες τὸ τοῦ ἐλέου φῶς· τοῦτο γὰρ εἶναι δόξει τὸ «καὶ ἀναμενεῖτε εἰς φῶς». ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί ἐστιν ἐκεῖ· «σκιὰ θανάτου». ὅπου τὰ σκοτεινὰ ὄρη, ἐκεῖ σκιὰ θανάτου ἀπ' αὐτῶν τῶν σκοτεινῶν ὀρέων γεννωμένη· 12.13 «καὶ τεθήσονται εἰς σκότος». «Ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». τῶν ἀκουόντων οἱ μὲν κεκρυμμένως ἀκούουσιν, οἱ δέ, κἂν ἀκούσωσιν, οὐ κεκρυμμένως ἀκούουσι. τί οὖν ἐστι τὸ κεκρυμμένως ἀκούειν ἢ τὸ «ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν»; καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι «τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις». ἐὰν ἀκούω τοῦ νόμου, ἤτοι κεκρυμμένως ἀκούω ἢ οὐκ ἀκούω κεκρυμμένως. ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου· διὰ τοῦτο φανερῶς περιτέμνεται, οὐκ εἰδὼς ὅτι οὐχ «ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή». ὁ δὲ ἀκούων τῆς περιτομῆς κεκρυμ μένως, ἐν κρυπτῷ περιτμηθήσεται· ὁ ἀκούων τῶν περὶ τοῦ πάσχα νενομοθετημένων κεκρυμμένως, ἐσθίει ἀπὸ τοῦ προβάτου Χριστοῦ («τὸ» γὰρ «πάσχα ἡμῶν ἐτύθη Χριστός»), καὶ εἰδὼς τὴν σάρκα τοῦ λόγου ὁποία ἐστί, καὶ εἰδὼς ὅτι «ἀληθής ἐστι βρῶσις», μεταλαμβάνει ταύτης· κεκρυμμένως γὰρ ἤκουσε τοῦ πάσχα. ὁ δὲ πολὺς οὗτος Ἰουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν. ἐὰν ἀναγινώσκῃς περὶ τῶν ἀζύμων, ἔστιν ἀκοῦσαι κεκρυμμένως, ἔστιν ἀκοῦσαι φανερῶς τῆς ἐντολῆς. ὅσοι ἐν ὑμῖν (ἐγγὺς γάρ ἐστι τὸ πάσχα) ἄζυμα ἄγετε, τὰ ἄζυμα τὰ σωματικά, οὐκ ἀκούετε τῆς λεγούσης ἐντολῆς· «ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν». καὶ περὶ σαββάτου γυναῖκες μὴ ἀκούσασαι τοῦ προφήτου οὐκ ἀκούουσι κεκρυμμένως, ἀλλὰ ἀκούουσι φανερῶς. οὐ λούονται τὴν ἡμέραν τοῦ σαββάτου, ἐπανέρχονται «ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα», ὡς Χριστοῦ μὴ ἐπιδεδημηκότος, τοῦ τελειοῦντος ἡμᾶς καὶ διαβιβάζοντος ἀπὸ τῶν νομικῶν στοιχείων ἐπὶ τὴν εὐαγγελικὴν τελειότητα. ∆ιὰ τοῦτο προσέχωμεν ἀναγινώσκοντες τὸν νόμον καὶ