7
οἶκος τοῦ Ἰσραήλ ἐστι." Τὴν δὲ τῆς ἐρημίας αἰτίαν φησὶν, ὅτι κραυγὴν ἐπόθησαν, καταλιπόντες τὸ πνεῦμα τὸ πρᾶόν τε καὶ ἡσύχιον. Ἀντιμετρεῖ γὰρ δικαίως ὁ Θεὸς ἐγκαταλιπὼν τοὺς ἐγκαταλιπόντας αὐτόν. Τὸ παντελὲς δὲ τῆς ἐγκαταλείψεως ἡ τοῦ ἀμπελῶνος σημαίνει σκηνή. Ἐν ὅσῳ γὰρ ἔχει καρποὺς, οἰκεῖται ὑπὸ τοῦ φυλάττοντος ἡ σκηνή. Τρυγηθέντων δὲ τούτων, ἔρημος ἀπολείπεται. Οὕτω τοῦ παντὸς ἔθνους καρποφοροῦντος, ὁ θεῖος εἱστήκει νεώς. Ἀντ' ἐπισκοπῆς ἐντεῦθεν ἐφρούρει τοῦτο Θεὸς λέγων· "Ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος [εἰς τεῖχος] πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς." Τοιγαροῦν ἀγγελικαῖς ἐχαρακοῦτο δυνάμεσιν. Ὡς δὲ τῶν ἁμαρτιῶν τὰς ἀκάνθας ἐβλάστησε, καὶ σταφυλὴν χολῆς, καὶ κληματίδα Γομόῤῥας ἐποίησε, φησὶ, διὰ τοῦ ψάλλοντος ὁ Θεὸς, "Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγεῖν," καὶ τὰ ἑξῆς. Καὶ δι' ἄλλου δὲ προφήτου φησίν· "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου," καὶ τὰ λοιπά. Ἱστόρη 1837 κεν δὲ καὶ ἐν τοῖς περὶ ἁλώσεως ὁ Ἰώσηπος, ὡς πρὶν ἁλῶναι τὴν πόλιν, ἠκούοντο τοῖς ἱερεῦσιν φωναὶ λεγόντων ἀγγέλων, "Μεταβαίνομεν ἐντεῦθεν·" Οὐ μόνον δὲ, φησὶν, τὴν ὡς ἐν καρπῷ τιμιωτέραν οὐκ ἤνεγκε σταφυλὴν, οὐδὲ ὀπώραν τὴν πρόσκαιρον, καὶ σωματικὴν, κατὰ τὸν Μωσέως νόμον, λατρείαν. Ὡραία μὲν γὰρ τῇ θέᾳ καὶ εὐθαλὴς, ἀλλὰ καὶ πρόσκαιρος· πρὸς ἣν εἴρηται ἡ τοῦ ὀπωροφυλακίου κατάλειψις, ὅπερ αὖθίς ἐστιν ὁ νεώς. Σικυήρατον δὲ, τὸ τῶν σικυῶν εἴρηται φυλακτήριον. Ὅταν γὰρ τὸν ὄντως ἀφέντες Θεὸν, τὰς χεῖρας ἡμῶν ἐπάρωμεν πρὸς Θεὸν ἀλλότριον, παραδιδόμεθα τοῖς καταστρέφουσιν. Νόει δὲ καὶ γῆν μὲν ἔρημον, τὴν ψυχὴν ὡς δεχομένην τοῦ λόγου τὰ σπέρματα. Ἔρημον δὲ τὴν ἀρετῶν καὶ θεοσεβείας ἐστερημένην. Ἡ δὲ τοιαύτη καὶ πόλις πυρίκαυτος, διὰ τὸ πολλὴν ἔχειν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον, καλάμην· ἅπερ ἐν ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται. Ἡ αὐτὴ καὶ χώρα κατεσθιομένη ὑπ' ἀλλοτρίων, οὔτε τῶν καρπῶν πεπληρωμένη τοῦ Πνεύματος, ἀγάπης, χαρᾶς, καὶ τῶν ἄλλων ἀλλοτρίων λογισμῶν ἐπιπεσόντων, καταναλίσκηται, καταστρέφουσί τε αὐτὴν οἱ ὄντως ἀλλότριοι δαίμονες, οἳ δὴ περιαιροῦντες τὰς ἀρετὰς, οὐκ ἀφίστανται πρὶν ἂν καὶ γνῶσιν ἐσφαλμένην ἐμβάλωσιν. Οὕτω πᾶς ἄκαρπος ἐπισκοπῆς ἀποστερεῖται Θεοῦ. Καρποφορῶν δὲ τῶν ἀποθηκῶν τῶν αἰωνίων ἀξίως, τῷ θείῳ φυλάττεται Πνεύματι ἀποσοβοῦντι τοὺς δυσμενεῖς. Τὴν δὲ ὀπώραν καὶ ἐπὶ τῆς βιωτικῆς ἡδυπαθείας δεξώμεθα, περὶ ἃς οὐ προσῆκεν ἐπτοῆσθαι ψυχὴν, ἄμπελον ὑπὸ Θεοῦ φυτευθεῖσαν ἀληθινὴν, κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτὴν, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει πρὸς γένεσιν πλειόνων καρπῶν. Συλλαμβάνεται γὰρ τοῖς ἐθέλουσιν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν, καθάπερ γεωργὸς ἄμπελον κλαδεύει, τῆς περιττῆς ἀπείργων λεύχης, καὶ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν τελειῶν· τῆς δὲ μὴ βουλομένης ψυχῆς πίπτουσιν οἱ φραγμοὶ, αἱ παρὰ τῶν ἀγγέλων βοήθειαι, καὶ τοῖς παροδεύουσιν καὶ πορθεῖν βουλομένοις προτίθεται, υἱός τε ἄγριος ἀφανίζει τὸ πᾶν εἰσπηδῶν· καὶ ξένοι μὲν οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν παρὰ τὴν γνῶσιν ἁμαρτημάτων ἐνεργητικαὶ δυνάμεις εἰσὶν υἱὸς δὲ δίκην ἀλόγιστα ὁρμῶντος, καὶ ταῖς δυσωδίαις καλινδουμένου, τὰ πάθη προκαταλαμβάνει τὴν τοιαύτην ψυχὴν, ὅτι μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης ἐκαρποφόρησεν, ἡδονὰς δὲ τὰ ῥευστὰς καὶ δυσώδεις, ὧν ἐπιθυμήσας ὁ ἐπιθυμητὴς πάλαι λαὸς ἐν τῇ ἐρήμῳ ἐτάφη. Ἔκλαιον γὰρ, φησὶ, μνησθέντες τῶν σικυῶν, καὶ τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ ἂν φάγοι Ἰσραηλίτης ὁ τῷ ἄρτῳ τῷ οὐρανίῳ τρεφόμενος. Ὃν ἐξουδενώσαντες ἐκεῖνοι τῶν κρομμύων ἐπεθύμουν καὶ τῶν σκορώδων. Τοιοῦτος γὰρ ὁ καθ' ἡδονὴν βίος, ἐρεθιστικὸς καὶ δριμὺς ὑπάρχων, καὶ τῷ βάθει δυσωδίαν ἐναφίει, καὶ δάκρυα τοῖς ζῶσι κατ' αὐτὸν ἐμποιῶν· οἳ καὶ ὡς πολιορκουμένη πόλις 1840 ἐγκαταλείπονται, ἣν πολέμιοι περικάθηνται, τῶν ἔνδον ἐπιτηδευόντων τὴν ἄνεσιν, ὡς ἂν ἀφυλάκτοις ἐπίθωνται. Ἐκάλεσεν δὲ αὐτὴν ἐκ τοῦ προτέρου ταύτης ὀνόματος θυγατέρα. Ἀκολούθως δὲ τοῖς κατὰ τοῦ Σωτῆρος