1

 2

 3

 4

 5

 6

 7

 8

7

ἔλαβεν ἀδίκως οὐ μεθιέναι βουλόμενον. ἀλλὰ κρινέσθων οὗτοι τοῖς ὅπλοις, δικαζούσης, φημί, ἀνδρείας τῷ νικῶντι τὸ γύναιον. 38 Ἔδει σπονδὰς ἐπὶ τούτοις γενέσθαι καὶ γίγνονται. καὶ πάρεστιν ἐπὶ συνθήκαις ὁ Πρίαμος, μᾶλλον τῶν παίδων ἐκ τῆς πολιᾶς πιστευόμενος. ὅρα τὸ ζεῦγος, ὅσον ἐπείγεται δρόμῳ ὑφ' ἡνιόχου γέροντος ἰθυνόμενον. κοινωνὸς δὲ τῆς πορείας αὐτῷ καὶ τοῦ ἅρματος, Ἀντήνορα τοῦτον ἡ μὲν ποίησις εἶπεν, ὁ δὲ γραφεὺς οὐκ ἠγνόησεν. τὸ δ' οὖν φορτίον τῷ ζεύγει γέροντε δύο συμφοραῖς καὶ γήρᾳ καμπτόμενοι· ὁ μὲν τὴν πρόσθεν ἔχει χώραν καὶ τῶν ἡνίων ἀντέχεται· ὁ δὲ Ἀντήνωρ ἐπανέβη τοῦ προλαβόντος ἐχόμενος. παρεστᾶσι δὴ καὶ πρόδρομοί τινες ὁπλῖται τὸν βασιλέα δορυφορήσοντες. 39 Συναποβῶμεν τῷ Πριάμῳ τοῦ ζεύγους καὶ σὺν Ἀντήνορι τῆς δεξιᾶς ἑλόντες προσάγωμεν Ἀγαμέμνονι κεκυφότα τῷ γήρᾳ καὶ βακτηρίας ἐχόμενον. ὁ δὲ πρᾷος Ἀγαμένων καὶ χεῖρα προτείνει καὶ δεξιὰν πολέμιον ὑποδέχεται, κἀν Ὀδυσσεὺς [···········] ο̣υ᾿̣ περαιτέρω βαίνειν ἀγορεύει Πριάμῳ. καὶ στῆναι τῇ χειρὶ τῷ γέροντι διατείνεται ἀξιῶν [···························] ἱκανὸν πόρρωθεν ἑστῶτα λέγειν τι καὶ ἀκούειν τὸν πρεσβύτην ἐθέλων μόνον [······]ων[················· Ἑ]λλήνων φθεγγόμενος, ἄοπλος μὲν Ἀγαμέμνων τὰς σπονδὰς μηνύων τῷ σχήματι καὶ ὅπερ μόνον ἔχει ξίφος ἀσφαλείας ἔσχατον λείψανον [············] κρ[······] λαιᾷ παραδίδ̣ω̣σ̣ι̣ν̣ [·········]στήσας τῇ λαβῇ τοῦ ξίφους ἐπαναπαύει τὴν χεῖρα. χλανὶς δὲ τοῖς ὤμοις ἐπέρριπται καὶ χ[ιτὼν] αὐτῷ ποικίλος ζώνῃ δή τινι περὶ τὰ μέσα σφιγγόμενος. πάρεστιν Αἴας αὐτῷ τὸν Ὀδυσσέα καὶ τὸν Τυδέως εἰ βούλει τῇ χειρὶ μιμησάμενος, ἐκ νώτων Ἀγαμέμνονος προτείνων τὴν δεξιὰν Πριάμῳ καὶ στῆναι λέγων μηδέν τι τῶν βασιλέως ἁπτόμενον. ὁ δὲ Νέστωρ λευκῇ προλάμπει πολιᾷ καίπερ ἐκ μέσου φαινόμενος· τῷ γὰρ Ἀτρέως παρέστηκε σύμβουλος ἕτοιμος, μή τι καὶ δέῃ πυνθάνεσθαι. Μενέλαος δὲ ὁπλίτης ἀγαθὸς καὶ πρὸ τῆς μάχης καταπλήττει τὸν βάρβαρον· πᾶς τε καθώπλισται καὶ δορυφορεῖ ὀρθῆς τε τῆς ἀσπίδος ἐφάπτεται, οὔπω ταύτην ἀναλαβών, οὔπω δόρυ κλίνας εἰς πόλεμον, ἀλλ' ἐρρωμένῃ δεξιᾷ καὶ πρὸς αὑτὸν διηγμένῃ συνέχων, ἔτι τέως ἱστάμενος. ἀναμένει γὰρ τοῦ παρ' αὐτὸν ἑστῶτος ∆ιομήδους μάχης τε σύνθημα καὶ σάλπιγγος ἦχον. 40 Ὡς γοῦν γεγόνασιν αἱ σπονδαὶ καὶ ἤχησεν ἡ σάλπιγξ τὸν θυμὸν αὐτοῖς παραθήγουσα, παρεστᾶσι μὲν Αἴας εἰς ὀμφαλὸν τὰ στέρνα γυμνούμενος ἀδελφός τε Ἀγαμέμνων καὶ Νέστωρ ὁ Πύλιος. Ὀδυσσεὺς γὰρ ἐκ προθυμίας μονομαχοῦντι συγκινεῖται, ὥσπερ οἱ σφοδροὶ θεαταὶ τοῖς ἡνιόχοις κοινωνοῦντες τοῦ σχήματος. σχεδὸν δέ τι καὶ βοῶντος αἰσθάνομαι· "βάλλε τὸν ἄνδρα, βάλλε δι' ὃν Ἐλένης χηρεύεις, δι' ὃν ἐπλανώμεθα." ὁ δὲ Μενέλεως, μετὰ τὴν δοράτων ἀπει λὴν εἰς ξίφη τῆς μάχης ἐλθούσης, ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης. συναρπάζει γὰρ τῷ δρόμῳ καὶ τοῦ κράνους ἐφέλκει καὶ τῇ πληγῇ συνεπαίρεται. καὶ θρηνεῖται Πάρις καὶ μήπω τάχα βαλλόμενος. τοιγαροῦν ὁ Πρίαμος πολιὰν καὶ χεῖρα πρὸς ἱκετηρίαν προβάλλεται καὶ τρὶς πλήττει τὰ μέτωπα, τὴν δεξιὰν θατέρου πρὸς αἰθέρα μετεωρίζοντος καὶ σὺν ἐκπλήξει τὴν τύχην ὀδυρομένου. Ἀντήνωρ δὲ παρέστηκε Πριάμῳ, μή τι καὶ λάθῃ δεινὸν ὑπ' ἀθυμίας αὑτῷ μηχανώμενος. ἀλλὰ στῆσον τὴν πληγήν, ὦ Μενέλαε, μὴ καὶ λάθῃς πρὸς θεὸν δι' Ἀλεξάνδρου μαχόμενος, μικροῦ δὴ καὶ γυμνὴν βαλὼν Ἀφροδίτην περιχυθεῖσαν τῷ Πάριδι. ἐκ νώτου γὰρ ἐπίκειται καὶ οὐ παραιτεῖται πληττόμενον, κεκυφότα κατὰ τῆς ἀσπίδος πρὸς ἔδαφος καὶ τὴν τοῦ κράνους λαβὴν τῇ δεξιᾷ διαλύοντα. καὶ κλέπτει σοι τὴν νίκην Ἀφροδίτη, ὦ Μενέλαε, καθάπερ ἐκ Σπάρτης τὸ γύναιον. 41 Θάλαμος ἐντεῦθεν τὸν ἄνανδρον στρατιώτην ἐδέξατο καὶ δίφρος αὐτῷ πρὸ τῆς κιγκλίδος ὑπέστρωται. καὶ τὴν αὐτοῦ σωτηρίαν Ἐλένη δακρύει, κἂν Ἀφροδίτη μὴ βούληται. ὁρᾷς γὰρ ὡς κατηφής τε ἐστὶ καὶ κύπτει πρὸς γῆν καὶ μέμφεται τὴν ἁρπάσασαν Ἀφροδίτην. ἡ δὲ μὴ βουλομένην ἄγει καὶ παραμυθεῖται δακρύουσαν, λεπτῷ χιτῶνι μηδὲν τῶν ἔνδον λανθάνουσαν, καὶ πρὸς κοίτην συνάγει λαιᾷ μὲν τὸν Πάριν, δεξιᾷ δὲ τὸ γύναιον. 42 Ἀλλὰ τίς τῶν