Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. Οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα; Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ 59.606 Ζακχαῖος. Αὐτῷ γὰρ, φησὶν, ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς. Ἀλλ' ἄκουε, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Πτωχοῖς διδοὺς, Χριστῷ δέδωκας. Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; εʹ. Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. Ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις. Ἔνδυσον Χριστὸν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· σκέπασον αὐτὸν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· ἄκουε τοῦ ∆αυῒδ λέγοντος· Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Χρεία σκέπης· καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν, ἡ γέεννα ἡ ἀπαραίτητος· καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει. Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾷν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας. Ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ δυναστεία· πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ Χριστοῦ. Κἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν ∆εσπότην ὁμότιμα πάντα, κἂν πολλὴν ἔχῃ τὴν διαφοράν. Ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά; Πολλὴ, καὶ οὐχ ἡ τυχοῦσα. Ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά; Ἀλλ' εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται. Πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζώων; Τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά· ἀλλ' ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν. ∆ιὰ τοῦτο καὶ ∆αυῒδ τὰ διῃρημένα τῇ τάξει συνάπτει τῇ συμφωνίᾳ, λέγων, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη. Εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ' ἥνωται τῇ δουλείᾳ· καὶ ὥσπερ, ἀδελφοὶ, τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτὰ, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας (πάντες γὰρ ὑποκύπτουσι τῷ Βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν· καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις)· οὕτω κἀκεῖ πάντες οἱ ἄνθρωποι ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. ∆ιὰ τοῦτο καλῶς ἔλεγεν ὁ ∆ανιὴλ, Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ ὡς Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι σωματικῇ. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι τὴν φύσιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά. Φησὶ γοῦν, Ὡς Παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος· Ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκὴ, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ. Ὢ φοβεροῦ κριτηρίου! ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς ἀγνώμονας! Εἰ ἀκουόμενα οὕτω φοβερὰ, θεωρούμενα πόσῳ φοβερώτερα; Καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν. Θρόνοι, τίνων; Ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Βίβλοι ἠνεῴχθησαν. Βί59.607 βλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθὰ, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος. Βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ Θεῷ καὶ γράμματα· ἀλλ' ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, τὴν τοῦ Θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ· βιβλίου γὰρ Θεὸς οὐ χρῄζει· βίβλος γὰρ Θεῷ ἡ μνήμη.