De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

 τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ

 ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ 59.602 Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων

 παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λο

 ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθη

 ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. ∆ιὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ

 Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγ

 Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται·

 κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠ

 ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν

τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ Θεοῦ, μαρτυρεῖ Ἡσαΐας λέγων· Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Πῶς ἐτυφλώθησαν; Εἴδετε γὰρ, φησὶ, πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ τίς κωφὸς, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, Φαρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων· Ἐάσατε αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. Κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν ∆εσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· οὐχ ὅτι τινὲς τῶν παρόντων οὐκ εἶχον ὦτα· (πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες;) ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται. Οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας. Λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυρούμενος, ἀλλ' ὁ τὴν ψυχὴν σκοτιζόμενος. Τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ' ἢ διπλοῦν χρῶμα; Τί ἐστι λέπρα ἐν ψυχῇ; ∆ιπλοῦς διαλογισμός. Οὐαὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους! Ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχὴν, οὐκ ἔχων χρῶμα ὑγιὲς, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν· καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν διάνοιαν. Ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται Ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός· Υἱὲ ∆αυῒδ, ἐλέησόν με. Καὶ οἱ μὲν προάγοντες, ἐπετίμων· ἀλλ' οὐκ ἐμποδίζεται ἡ παῤῥησία διὰ τῶν κωλυόντων. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι, καὶ πάντα νικᾷν. Ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ' ἀκολουθεῖ τῷ ∆εσπότῃ, εἰδὼς, ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια. βʹ. Εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; Κελεύει αὐτὸν ὁ Ἰησοῦς ἀχθῆναι. Ἔστησε τὸν Κύριον Ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι. Ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι, Τί σοι θέλεις ποιήσω, Οὐκ ἀργῶς ἐρωτᾷ· ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ' Ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, Οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτοῦ. Καλεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος. Τί σοι θέλεις ποιήσω; Ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας. Ὁ δὲ, Κύριε, φησὶν, ἵνα ἀναβλέψω. Βλέπε, ὅσα λαμβάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. Λέγει οὖν, Πορεύου, ἡ πίστις σου ἔσωσέ σε. Ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι' αὐτῶν δείκνυται τῶν ἔργων; καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ πωλοῦνται τῇ πίστει; Οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργεσίας Ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει. Ἐὰν μὴ καταβάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν· ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται. Καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολὺ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ' ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου· οὕτως ἡ χάρις ἥπλωται ὡς πηγὴ, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνεται τῆς χάριτος. Ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην ὡς σκεῦος μικρὸν, μικρὰν ἀντλεῖς τὴν χάριν· ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν. ∆ιὰ τοῦτο ὁ Σωτὴρ λέγει, Πιστεύεις,