De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

 τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ

 ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ 59.602 Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων

 παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λο

 ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθη

 ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. ∆ιὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ

 Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγ

 Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται·

 κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠ

 ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν

παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν; οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει 59.603 ἐνέργειαν τῇ καρποφορίᾳ; Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων· τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ Εὐαγγέλιον. Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ Θεὸς, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός; οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρὸν, ὃν ἔταξας; Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπὸν, ἔγκλημα ἦν τῆς φύσεως; μὴ, ὅτε βούλεται, προσφέρει; οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι' ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ, ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχὴν, ὡς τὰ χρήματα. ∆ιὰ τοῦτό φησι Μωϋσῆς· ∆ῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων. Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβὼν, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν, καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, περὶ οὗ φησιν ὁ Παῦλος, «Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν,» οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν (πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν)· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ Σωτὴρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ Ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ' ὅτι ὁ λόγος τοῦ Θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι Κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησὶν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ Σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. ∆ιὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς ∆αυῒδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· καὶ πάλιν ὁ Ἀπόστολος, Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ Σωτὴρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ ∆εσπότου! ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας, πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν