De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

 τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ

 ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ 59.602 Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων

 παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λο

 ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθη

 ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. ∆ιὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ

 Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγ

 Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται·

 κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠ

 ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν

κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν. Ταῦτα λέγει καὶ ἐννόησον, Βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι νεύουσι φοβερὸν, ἀπειλοῦσι φρικτὸν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν Πατέρα ἀγανακτοῦντα, τὸ Πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον. Ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μηδὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι. Ὃς δ' ἂν ἐξομολογήσῃ ἐν ἐμοὶ, ὁμολογήσω ἐν αὐτῷ. Ἐννόησον, πόση δόξα, πόσον καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής· Οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν· οὗτός μου τὸν λόγον ἐτίμησε· τίμησον αὐτὸν, Πάτερ. Ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔτε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυται ἡ ἀγανάκτησις τοῦ Κριτοῦ· καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων. Τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν Μιχαὴλ καὶ Γαβριὴλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιὰς, καθεζομένους δὲ τοὺς υἱοὺς Ζεβεδαίου, καθεζόμενον Παῦλον καὶ Πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώπους παῤῥησίᾳ καθεζομένους. Ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Κάθηται Ζακχαῖος, κάθηται Παῦλος καὶ Πέτρος, καὶ παρέστηκεν ὁ Μιχαήλ. Οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν· οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. Οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος· οὐ γάρ ἐστι γήϊνα πράγματα· οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθέζονται· κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων. Ἄκουε τοῦ Κυρίου λέγοντος· Ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ Χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν. Εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν. Ἔσται γὰρ, φησὶν, ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον. Οὐδὲν γὰρ διαφέρει φαντασμάτων ἡ παροῦσα κατάστασις. Ὁ χθὲς ἐν ὑγείᾳ, σήμερον ἐν νόσῳ· ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπεινώσει· ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ· ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει. Πάντα σαλεύεται, πάντα μεταβάλλεται· καὶ οὐ λέγω τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύ59.609 σονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. ∆ιὰ τοῦτο μακάριοι οἱ Χριστιανοὶ, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρονοῦντες. Ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ; Ἡ ταπεινοφροσύνη οὐδέν σε ἀδικεῖ· τοιοῦτον γὰρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι. Ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ' ἑτοιμασθεὶς τὴν διάνοιαν παρασκευάζῃ πρὸς τὴν μάχην. Καλῶς οὖν ἔλεγεν ὁ ∆αυΐδ, Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν Χριστὸν, καὶ διὰ Χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας 59.610 ἐλεῶν, χαρίζηται πλῆθος τῇ Ἐκκλησίᾳ, ὥστε κομᾷν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι' ἑτέραν οἰκονομίαν, μεθ' ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν. Οὐ γὰρ ἦν ὁ λαὸς Ἰουδαῖος, ἵνα εἴπω,