Τραυλὸς καὶ εἰκονομάχος ἔτη ηʹ μῆνας θʹ. οὗτος Εὐφροσύνην τὴν θυγατέρα Κωνσταντίνου τοῦ τυφλωθέντος, τὸν μονήρη βίον προσηκαμένην, εἰς γαμετὴν ἠγάγετο. ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ ἐξορίαις ἐλευθερίαν καὶ ἄνεσιν ὀνειρωδῶς φαντάζεσθαι, τὸ τοῦ προηγουμένου δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα· ὁμοίως γὰρ τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεντίου ἔφη "οἱ μὲν πρὸ ἡμῶν ἐρευνησάμενοι τὸν ἐκκλησιαστικὸν θεσμὸν τῶν δογμάτων τὸν περὶ αὐτῶν εἰσπραχθήσονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν. ἐν ᾧ τὴν ἐκκλησίαν εὕρομεν βαδίζουσαν, ἐν τούτῳ καὶ διαφυλάττειν προκρίνομεν. τὸ γὰρ τιμᾶν τὰς εἰκόνας καὶ μὴ τιμᾶν ἀδιάφορον ἔστω κατὰ τὸ αὐτό." κατὰ τὸν 621 καιρὸν τοῦτον τὸν τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν Ἀντώνιος ὁ τοῦ Συλαίου, τῆς προσκυνήσεως τῶν ἁγίων εἰκόνων ἀλλότριος. 2. Ἐπὶ τούτοις στέφει Μιχαὴλ Θεόφιλον τὸν ἐξ Εὐφροσύνης υἱὸν αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. Θωμᾶς δὲ ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας, λαόν τε καὶ ἀγυρτώδη καὶ ἐπίμικτον ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ' ἀξίαν ἐφιέμενος. Ῥωμαῖος γὰρ ὢν καὶ ἀφανὴς πρὸς Συρίαν ἀφίκετο, καὶ Κωνσταντῖνον ἑαυτὸν μετονομάσας υἱὸν Εἰρήνης τῆς βασιλίσσης ἔλεγεν· κἀντεῦθεν πολλοὺς ἀπατήσας βαρβάρων τε καὶ Ῥωμαίους, καὶ πλῆθος ἄπειρον συναθροίσας, μεγαλαυχῶν τῷ πλήθει ἐπῄει τῇ Κωνσταντινουπόλει, καὶ ταύτην ἐπὶ τρεῖς χρόνους πορθήσας, ἐπεὶ τὰς ναῦς αὐτοῦ εἶδεν πυρὶ καυθείσας καὶ τοὺς λογάδας τῶν πολεμίων ὑπὸ τῶν πολιτῶν ἀπολωλότας, ἀμηχανίᾳ ληφθείς, τὴν πόλιν καταλιπὼν ἐπὶ τὴν Θρᾴκην χωρεῖ, ταύτην ληϊζόμενος. ὁ δὲ Μιχαὴλ τῆς πόλεως ἐξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ παρακαθίσας βραχύν τινα καιρὸν τοῦτον ἀμογητὶ ἐχειρώσατο· ἀκρωτηριάσας τε αὐτὸν χεῖρας καὶ πόδας, εἶτα καὶ ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶ χρόνοις ἐμφύλιον γενόμενον πόλεμον. 3. Ἐν τούτοις τοῦ Μιχαὴλ ἐνασχολουμένου Κρήτη καὶ Σικελία καὶ αἱ Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐξ Ἀφρικῶν τε καὶ Ἀράβων περιῃρέθησαν, λαβόντος ἀρχὴν ἄρτι πρῶτον διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ τὴν τῶν κρατούντων δυσσέβειαν. 622 τῶν δὲ πραγμάτων οὕτως ἐχόντων προσκαλεῖται ὁ βασιλεὺς Εἰρηναῖον τὸν μάγιστρον, καὶ φησὶ πρὸς αὐτόν "συγχαίρω σοι, μάγιστρε, ὅτι ἡ Σικελία ἐμούλτευσεν." ὁ δὲ ἔφη "τοῦτο ξένον χαρᾶς ἐστί, δέσποτα." καὶ στραφεὶς πρός τινα τῶν μεγάλων ἔφη ἀρχὴ κακῶν γε πεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωσσος ἄρδην καὶ φιλόχρυσος λίαν. (4) ὁ γὰρ τῶν Ἀγαρηνῶν ἀρχηγὸς Ἀπόχατ τῷ τῆς Κρήτης ἀκρωτηρίῳ προσέβαλε καὶ προσωρμίσθη τῷ Χάρακι, ὁρίσας τὸν ὑπ' αὐτὸν λαὸν καταλιπεῖν τὰς ναῦς αὐτῶν καὶ τὴ χώραν ληΐζεσθαι. τοῦ δὲ στρατοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἀποκινήσαντος προστάξας τὰς ναῦς αὐτῶν ἐπυρπόλησεν. καταγογγυζόντων δὲ αὐτῶν περὶ τούτου ἔφη πρὸς αὐτοὺς ὅτι τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ ἄνδρες, ζητοῦντες χώραν εἰς κατοικίαν, καὶ διὰ τοῦτο ἤγαγον ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτος ἔστιν ἀπορρώξ." οἱ δὲ ἀντεῖπον αὐτῷ "καὶ ποῦ τὰ τέκνα καὶ τὰς γυναῖκας ἡμῶν εὑρήσομεν;" ὁ δὲ πρὸς αὐτοὺς "ἴστε ὅτι αἰχμαλωσίαν πλείστην ἑαυτοῖς ἠνέγκατε· ἐκ ταύτης οὖν γυναῖκας ὑμῖν ἁρμόσασθε." καὶ ἤρεσεν αὐτοῖς τοῦτο, καὶ χάρακα περιέθεντο πρὸς ὀχυρώματα· ἀφ' οὗ ὁ τόπος Χάραξ μέχρι τῆς δεῦρο προσονομάζεται. μοναστὴς δέ τις μετέπειτα τῇ νήσῳ προσφοιτήσας ἔφη αὐτοῖς ὅτι εἴπερ ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι, καὶ ὅπου 623 ἂν στοχασάμενος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε πόλιν οἰκοδομήσατε, δι' ἧς τῆς νήσου ἐξουσιάσητε. καὶ ἀπήγαγεν αὐτοὺς εἰς τόπον καλούμενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων καθίδρυται, καὶ ταύτην κυκλόθεν ἐτάφρευσαν. καὶ ἐννενήκοντα πόλεις κρατήσαντες ἠνδραποδίσαντο, μιᾶς μονῆς μὴ ἁλωθείσης ἀλλ' ἢ λόγῳ ἀπολιορκήτου μεινάσης, τῶν οἰκητόρων αὐτῆς