1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

πᾶσαι αἱ ψυχαὶ παρακαλοῦσαι τὸν δεσπότην θεόν. καὶ κράζοντές μοι μεθ' ὅρκων φρικτῶν καὶ θεασάμενος τὸ συμβαῖνον αὐτοῖς παρεκάλεσα τὸν ἀεὶ μακρο θυμοῦντα θεὸν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν τὴν θάλασσαν κατα πραῧναι, καὶ δεδωκὼς αὐτοῖς χεῖρα ἀπέσωσα ἅπαντας. καὶ ἀκούσαντες τὸ μυστήριον τὰ πλήθη τοῦ λαοῦ ἐδόξαζον τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος. καὶ εὐλογήσας αὐτοὺς ὁ δίκαιος ἀπέλυσεν ἐν εἰρήνῃ.

25 Ὄφεως θηλείας ἐξῆλθεν φῦμα μέγα καὶ ἐκ τῶν ἀλγη δόνων αὐτῆς ἀπῄει ἐπὶ μίλιον ἕν. καὶ συναλγήσας ὁ ἄρρεν τοῖς πόνοις αὐτῆς λαβὼν τὴν θήλειαν αὐτοῦ ἤρχοντο πρὸς τὸν κύριν Συμεῶνα καὶ φθάσαντες παρὰ τὸν στύλον ἐχωρίσθη σαν ἀλλήλων. ἡ γὰρ θήλεια μὴ τολμῶσα ὀφθῆναι τῷ δικαίῳ ἀπῆλθεν εἰς τὸ μέρος τῶν γυναικῶν, ὁ δὲ ἄρρεν εἰσελθὼν μεταξὺ τοῦ πλήθους ἐκείνου προσεκύνει τῷ στύλῳ ἄνω κάτω ποιῶν τὴν κεφαλὴν αὐτοῦ καὶ δεόμενος τῷ δικαίῳ. θεασάμενοι δὲ οἱ ὄχλοι τὸ παμμεγεθὲς τοῦ ὄφεως ἔφυγον ἀπ' αὐτοῦ. καὶ ἰδὼν ὁ ἅγιος Συμεὼν εἶπεν τοῖς ὄχλοις· Μὴ φεύγετε, ἀδελφοί, ὄντως γὰρ εὐχὴν ἔχων ἦλθεν ὧδε. ἡ γὰρ θήλεια αὐτοῦ ἀσθε νεῖ σφόδρα καὶ εἰς μέρος τῶν γυναικῶν ἀπῆλθεν. καὶ λέγει τῷ ὄφει. Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου. καὶ ἐπιθήσας ἐμφύσησον αὐτὴν καὶ ἔχει αὐτῇ θεραπεῦσαι. λαβὼν δὲ ὁ ὄφις ἐκ τῆς πηλοῦ ἀπῄει πρὸς τὴν θήλειαν αὐτοῦ. θεασάμενοι δὲ οἱ ὄχλοι κατηκολούθησαν αὐτὸν ἰδεῖν τί μέλλει ποιεῖν. καὶ βλέπουσι τὴν θήλειαν αὐτοῦ ἑστῶσαν ὀρθὴν ἔξω θεν τῶν καγκέλλων ἔχουσαν φῦμα μέγα καὶ λαβὼν ὁ ὄφις τὸν πηλὸν ἐπιτιθεῖ αὐτὴν καὶ ἐμφυσήσας αὐτῇ παρουσίᾳ πάν των ἐθεράπευσεν αὐτήν. καὶ λαβὼν αὐτὴν ἀνεχώρησεν. καὶ θεασάμενοι οἱ ὄχλοι τὸ μυστήριον ἐδόξασαν τὸν θεόν. 26 Ἕτερον δὲ θαῦμα ἐγένετο ἐν ταῖς ἡμέραις αὐτοῦ.

26 ἐπελθούσης γὰρ τῆς μεγάλης ἀπειλῆς τῶν φόβων ἐπὶ πᾶσαν τὴν οἰκουμένην κατήγοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἀνατολὴ καὶ Ἀντιόχεια δεόμενοι αὐτοῦ ἐπὶ τὸ δυσωπῆσαι τὸν θεόν. πολλαὶ γὰρ πτώσεις ἐγίνοντο οἰκημάτων καὶ θνήσεις ἀνθρώπων ἱκα νῶν, ὥστε καὶ τὸν δίκαιον σὺν τῷ στύλῳ ὥσπερ κάλαμον ὑπὸ ἀνέμου δονεῖσθαι. καὶ σὺν αὐτοῖς δακρύων ἔλεγεν τοῖς ὄχλοις· Ἀδελφοί, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστιν ἕως ἑνός. οὐκ ἀκούετέ μου, ἀλλὰ εἰς τὸ τίς τίνα πλεονεκτή σει αἱ πορνεῖαι ὑμῶν καὶ αἱ ἀδικίαι ὑπερπεριέσσευσαν. ὄντως ὑμῖν ἀδελφοὶ λέγω· εὐκοπώτερόν ἐστιν μοι λαλεῖν μετὰ τοῦ δεσπότου ἢ μεθ' ὑμῶν τῶν ἀπίστων. καὶ κελεύσας παύσασθαι τὸ λιτανεύειν, ἐποίησεν εὐχήν, καὶ πάλιν ἐπέμενεν ἐν τοῖς αὐτοῖς ἡ ἀπειλὴ δονοῦσα τὰ πάντα. καὶ ἐπέτρεψεν αὐτοῖς κράζειν τὸ Κύριε ἐλέησον. καὶ ἐπιμενόντων αὐτῶν ἐπὶ ὥρας ἱκανὰς καὶ κραζόντων αὐτῶν· ∆ὸς ἡμῖν εἰρήνην, ἐποίησεν εὐχὴν μεγάλην. καὶ μετὰ τὸ πληρῶσαι αὐτὸν τὴν εὐχὴν ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοὶ ὄντως ὑμῖν λέγω, ὅτι ἀπὸ παντὸς τοῦ πλήθους εἰ μὴ μία ψυχὴ ἄλλη οὐκ εἰσηκούσθη· ἵνα δὲ πείσω ὑμᾶς, ἰδοὺ ἐν τῷ μέσῳ αὐτὸν ποιῶ ἐλθεῖν. καὶ κελεύ σας αὐτὸν ἐλθεῖν παρουσίαν πάντων ἐπερωτᾷ αὐτὸν καὶ λέγει αὐτῷ· Ἀδελφὲ πίστευσόν μοι λέγοντι· ἀπὸ πάντων τούτων σὺ μόνος ἠκούσθης· ἀλλὰ πληροφόρησον πάντας καὶ εἰπὲ ἡμῖν, τί σοι ἀγαθὸν πέπρακται. ἐκεῖνος δὲ οὐκ ἤθελεν λέγων· Ἁμαρτωλός εἰμι, συνχώρησόν μοι. ἀναγκαζομένου δὲ αὐτοῦ ἐπὶ πολὺ ἦλθεν αὐτῷ φωνὴ ἐκ τὸν οὐρανὸν λέγουσα· Εἰση κούσθη ἡ δέησίς σου. καὶ τοῦ ἀγροίκου ἑστῶτος μεταξὺ παν τὸς τοῦ λαοῦ ἤρξατο αὐτοῖς διηγεῖσθαι ὅτι Ἄνθρωπός εἰμι γεωργὸς καὶ ἔθος μοί ἐστιν, τὸν κόπον μου τῆς ἡμέρας, ὃν ἐὰν κάμω, εἰς τρία μέρη μερίζω αὐτά. καὶ πρῶτον ἀποτίθε μαι τὸ μέρος τῶν πτωχῶν, μετὰ τὸ τέλος τοῦ δημοσίου, καὶ οὕτως τὸ τοῦ ἀναλώματός μου. τοῦτο ποιῶν ἕως τῆς δεῦρο οὐκ ἐπαυσάμην. καὶ πάντες ἀσπαζόμενοι προσεκύνουν αὐτόν. καὶ συνέθλιβον τὸν ἄνδρα εἷς ἕκαστος μαινόμενος ἰδεῖν αὐτόν.