Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ τῆς παραβολῆς δηλῶσαι τὴν ἐπ' ἀγαθῷ γινομένην ἀναχώρησιν ἀπὸ τῆς νομικῆς καὶ Ἰουδαϊκῆς ἀγωγῆς ἐπὶ τὴν ἐν πίστει καὶ παρὰ Χριστῷ τελείωσιν· πρόβατα γὰρ τὰ καλῶς ὑπὸ τοῦ ποιμένος ἐξαγόμενα καὶ τὴν φωνὴν γνωρίζοντα αὐτοῦ καὶ ἀκολουθοῦντα καθηγουμένῳ οἱ ἐκ τοῦ Ἰσραήλ εἰσιν ἄνθρωποι οἱ τὸν ἐναπομένοντα τοῖς σωματικοῖς ἐπιτηδεύμασι λαὸν ἀφιέντες καὶ τῷ κυρίῳ συνα κολουθήσαντες ἐξιόντι τοῦ κόσμου, οἱ συνιέντες, ὅτι θεῖα ὄντως τὰ τοῦ Χριστοῦ καὶ ἀπὸ μικρῶν ἐπὶ τὰ μείζω προάγει οὐκ ἐξ ἀγαθῶν εἰς κακά, ὅπερ οὐ ποι μένος, ἀλλὰ κλέπτου καὶ λῃστοῦ, τοῦτ' ἔστι πονηροῦ διδασκάλου καὶ πρὸς ἀνομίαν ἀπὸ νόμου μετατιθέντος, ᾧ μὴ συνακολουθεῖν τὰ πρόβατα λέγων διδάσκει μὴ ἕπεσθαι τοῖς παρανόμοις διδασκάλοις τοὺς ὑπηκόους θεοῦ τε καὶ νόμου. λέγων καὶ κατ' ὄνομα φωνεῖ τὰ ἴδια πρόβατα ὁ ποιμὴν ἐκλογὴν δηλοῖ τὴν τῶν ἐπιτηδείων κατὰ τὸ εἰρημένον ἐν προφήταις· "ὑμεῖς δὲ συναγάγετε υἱοὺς Ἰσραὴλ κατὰ ἕνα καὶ ἕνα" · "οὐ γὰρ πάντων ἡ πίστις" οὐδὲ πάντες δύναν ται, ἐπειδὴ μηδὲ βούλονται τῶν συνήθων ἀποπηδῆσαι μελετημάτων καὶ τῆς κοσμικῆς ἐλευθερωθῆναι προσπαθείας καὶ ἐπὶ τὴν θείαν μὲν ἄσκησιν ζῆν καὶ ὑπερκόσμιον, πρὸς ἣν καὶ ὁ κύριος τοὺς ἑαυτοῦ καθοδηγεῖ μαθητὰς ἔμπροσθεν αὐτῶν πορευόμενος. καιρὸς δὲ ὁ τῆς τοιαύτης παραβολῆς ἀναγ καιότατος ὁ παρὼν διδασκούσης περὶ τῶν ἐξιόντων ἀπὸ συναγωγῆς Ἰουδαίων, ὅτι δὴ τὸν "ἐκ γενετῆς τυφλὸν" ἀναβλέψαντα διὰ τὴν περὶ Χριστοῦ μαρτυρίαν ἐξέωσαν ἐκεῖνοι. τῷ δὲ ἦν οὐχ οὕτω κακόν, ἀλλὰ μέγιστον ἀγαθόν. διότι οὐ συνῆκαν αὐτοῦ τὴν φωνὴν τὴν τῆς ἀναβλέψεως αἰτίαν. ὁ δὲ ἀνοίγων τῷ ποιμένι θυρωρὸς καὶ τὴν εἴσοδον ἀνοίγων εὐπρεπῆ ὁ τοῦ Ἰσραὴλ ἐπιστάτης ἐστὶν ἄγγελος ὁ τὴν τοῦ βασιλέως παρουσίαν ἀσμένως δεχόμενος καὶ τῇ μείζονι παραδιδοὺς ἐπιστασίᾳ τοὺς οἰκονομηθέντας ὑφ' ἑαυτοῦ κατὰ τὸ μέτρον τῆς οἰκετικῆς ἐπιτροπῆς· "ὑπ' οἰκονόμους" γάρ, φησίν, ἦμεν καὶ "ἐπιτρόπους" . 57 Jο 10,6 Παροιμίαν δὲ δηλονότι

νῦν τὴν παραβολὴν ἐκάλεσεν.58 Jο 10,8-10 Εἰσῆλθεν ὁ κύριος διὰ νόμου πληρώσεως αὐτὸς ὢν τρόπον τινὰ καὶ ὁ νόμος· ἐν γὰρ τῷ ζῶντι καὶ ἀληθινῷ λόγῳ καὶ ὁ νομικὸς περιέχεται. ἐξήγαγε δὲ ἐπὶ νομῇ καὶ τροφῇ ζωοποιῷ τοὺς ἀκολουθήσαντας, ὅτι τῇ δυνάμει τοῦ πνεύματος αὐτοὺς τρέφει τοῦ ζωοποιοῦ οὐκέτι δεομένους νομικῶν παραγγελ μάτων, ἀλλὰ τοῖς κατὰ λόγον δόγμασιν ἀγομένους· "τὸν νόμον" γάρ, φησίν, "τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας" · καὶ νόμος μὲν ἐδόθη μὴ δυνάμενος ζωοποιεῖν, ζωὴν δὲ ὁ Χριστοῦ δίδωσι λόγος ἐπὶ τὰ αἰώνια ἀπὸ τῶν προσ καίρων καλῶν καὶ οὐ ζωὴν μόνον, ἀλλὰ καὶ τὴν ἐν ζωῇ βασιλείαν ἐπιχωρηγῶν, ὅπερ ἐστὶ τὸ περισσόν. τίνες οὖν ἂν εἶεν οἱ κλέπται καὶ λῃσταὶ οἱ πρὸ τοῦ κυρίου παραγενόμενοι καὶ οὐκ ἀκουσθέντες ὑπὸ τῶν προβάτων; τίνες δὲ ἄλλοι ἢ οἱ νόμον διδάξαντες ἀπέστησαν διὰ τῆς ἐπὶ τὸν ἐθνικὸν βίον μετα θέσεως, οἱ πρὸς ἀλλοτρίωσιν ἐνάγοντες θεοῦ καὶ τὸν διὰ τῆς ἀλλοτριώσεως ὄλεθρον ἐπιφέροντες. ἀναγκαιότατα τοίνυν ὁ κύριος διαφορὰν ἐπιδείκνυσι πρὸς ἑαυτὸν τῶν ἀπὸ τοῦ νόμου μετατιθέντων, ὅπερ φυλάσσων καὶ ὁ ἀπόστολος ἐπισημαίνεται λέγων· " ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω", τοῦτ' ἔστιν οὐ δι' ἀνομίας ἐχωρίσθη νόμος, ἵνα εἰς θάνατον κατενεχθῶ, ἀλλὰ διὰ τῆς ὄντως νομίμου καὶ θείας πολιτείας, ἣ πρὸς τὴν αἰώνιον ἄγει ζωήν· ἐπειδὴ γὰρ ψευδεῖς καὶ οὐκ ἀγαθοὶ ποιμένες ἐφεστήκασιν οἱ μισθοῦ τῆς ἐφη μερίας ἡδονῆς ποιμένες, οἷς οὐκ ἔμελεν τῶν προβάτων, ἀλλὰ τὴν ἰδίαν ἐθήρευον ἡδονὴν ἐπὶ ταύτην φεύγοντες ἐπιόντος τοῦ λύκου τοῖς προβάτοις, τοῦτ' ἔστι τοῦ ὀλέθρου τοῦ τῇ κακίᾳ συνακολουθοῦντος, ὁ

8