Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑαυτοῦ, σωτηρίαν δὲ ἀνθρώπων.

Rom 10,14-15 Κοινή, φησί, πάντων ἀνθρώπων ἡ δι' ἐπικλήσεως τοῦ κυρίου σωτηρία, Ἰουδαίους δὲ ἡ προειρημένη φιλονεικία τῆς καθολικῆς χάριτος ἀπεστέρησεν, ἰδίαν ἀνεπιτηδειότητα πρὸς τὸ κοινὸν ἀγαθὸν ἐσχηκότας, δι' ἣν οὐκ εἰς αὐτούς, ἀλλ' εἰς τὰ ἔθνη περιέστηκεν ἡ ἀποστολὴ καὶ τὸ κήρυγμα καὶ ἡ ἀκοὴ καὶ ἡ πίστις καὶ ἡ ἐπίκλησις. ὥσπερ τὸ φῶς κοινὸν ἅπασιν ὂν τῇ φύσει, τοῖς τυφλώττουσιν ἀλλότριον γίνεται, καὶ οὐ φαίνει τοῖς τυφλοῖς ἥλιος οὐδὲ ἀνατέλλει, οὐδέ γε τοῖς κωφοῖς ὁ κεκραγὼς φθέγγεται, οὐ τοίνυν οὐδὲ πρὸς Ἰουδαίους οὐδὲν οἱ ἀποσταλέντες καὶ κηρύσσοντες· προϋπόκειται γὰρ τὸ μὴ δύνασθαι αὐτοὺς ἀκούειν, ὥσπερ εἰς κωφότητα πεπτωκότας πρὸς τὰ θεῖα κηρύγματα, ὅθεν ἐστέρηνται 70 τῆς σωτηρίας οὐκ ἐπικαλούμενοι, καθὰ καὶ ἐν τῷ προφήτῃ δεδήλωτο· οὐκ ἔστι γάρ, φησίν, ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν. αὕτη δὲ ἱκανὴ καὶ πρὸς Ἰουδαίους ἡ μαρτυρία· δῆλον γὰρ ὅτι ὁ Χριστὸς ὃν οὐκ ἐπικαλοῦνται, οὗ μὴ ἀντέχονται. ὃς ἀπέστρεψεν ἀπ' αὐτῶν τὸ πρόσωπον, ἀφ' οὗ δὴ καὶ εἶπεν· οὐ μὴ ἴδητε τὸ πρόσωπόν μου ἀπ' ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. ἅτε δὲ οὐ τὸν Ἰουδαίων ἔλεγχον, ὡς ἔφην ἐν τῷ παρόντι προελόμενος, ἀλλὰ τῆς περὶ αὐτοὺς οἰκονομίας τὸ μυστήριον αἴτιον ἀποδείκνυσι τοῦ μὴ ἐπικαλεῖσθαι αὐτοὺς τὸν κύριον, τὸ τοὺς ἀποστόλους μὴ αὐτοῖς ἀλλὰ τοῖς ἔθνεσιν ἀπεστάλθαι, καθὰ καὶ τὸ δεσποτικὸν ἔχει ῥῆμα· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. καὶ οὐ παρέβαινον οἱ ἀπόστολοι τὸ πρόσταγμα πρὸς Ἰουδαίους πρώτους ὁρμῶντες, ὕστερον δὲ ἐπὶ τὰ ἔθνη μετιόντες, ὁπότε ὑπ' ἐκείνων ἐκδιωχθεῖεν, ἀλλ' ὁ προστάττων ᾔδει ἐπὶ τίνας ἔμελλεν καταλήξειν τὸ κήρυγμα, τῶν προτέρων οὐ δεκτικῶς ἐχόντων. οὐδὲ ὁ ἀπόστολος ἐναντία λέγει νῦν οἷς ἔπραττεν, προηγουμένως μὲν Ἰουδαίοις διαλεγόμενος, φάσκων δὲ οὐ πρὸς ἐκείνους ἀπεστάλθαι, ἀλλὰ κατὰ τὸν ὁρισμὸν καὶ τὴν πρόγνωσιν τοῦ θεοῦ τοῖς ἔθνεσι δίδοσθαί φησι τὴν ἀποστολήν, σκοπῷ τοῦ διωχθῆναι μᾶλλον ἐπὶ τὸν Ἰσραὴλ βαδιζόντων τῶν ἀποστόλων, ὡς καὶ τοῦ Μωϋσέως πρὸς τὸν Φαραώ· ᾔδει γὰρ ὁ θεὸς ὅτι μὴ πείσῃ καὶ προὔλεγεν· ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσε ται ὑμᾶς Φαραώ. κἀκεῖ μὲν τῆς ἀντιλογίας τοῦ Φαραὼ τέλος ἦν ἡ τῶν σημείων ἐπίδειξις πρὸς ὠφέλειαν τοῦ κόσμου, ἐνταῦθα δὲ τῆς Ἰουδαίων ἀπιστίας ἐγίνετο τέλος ἡ πρὸς τὰ ἔθνη πορεία τῶν ἀποστόλων κατὰ τὸ ῥῆμα ἐκεῖνο τοῦ Παύλου· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ κυρίου, ἐπειδὴ δὲ ἀπω θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος. αὕτη ἄρα ἦν ἡ ἐντολὴ καὶ πρὸς τὰ ἔθνη ἡ ἀποστολή. ἔνθεν εἰς τὴν προτέραν τάξιν τῶν ἐθνῶν ὁ Ἰσραὴλ περιέστη εἰς τὸ μὴ ἐπικαλεῖσθαι τὸν κύριον. οὐ δυνατὸν οὖν αὐτοῖς ἐπικαλεῖσθαι, φησίν, ἐπεὶ οὐκ ἐπίστευσαν. οὐκ ἠδύναντο δὲ πιστεύειν ἀνεπιτηδείως ἔχοντες ἀκοῦσαι, καθὰ καὶ ἐπικεκρυμμένως αὐτοῖς ὁ κύριος διελέγετο, καὶ σπάνιον ὄντα τὸν δυνάμενον ἀκούειν ἐν αὐτοῖς ἐδείκνυσεν λέγων· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. καὶ παρὼν πρὸς αὐτοὺς τὴν ἀπ' αὐτῶν μετάβασιν εἶχεν σκοπὸν λέγων· ὧ γενεὰ πονηρά, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς· ἕως πότε ἀνέξομαι ὑμῶν; καὶ ὅτι ἀδυνάτως εἶχον ἀκούειν αὐτοῦ 71 καὶ πιστεύειν, ἔλεγεν· ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκο λουθοῦσίν μοι. καὶ ἐλάλει πρὸς αὐτοὺς ὡς πρὸς ἀλλοτρίους τὸ πλέον ἢ πρὸς οἰκείους, οὐχ ὡς πιστεῦσαι-ἐνῄδει γὰρ ὅτι μὴ πιστεύ σωσιν-ἀλλ' ὡς

8