αὐτός, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάττων χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία στέλλων. ἅπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ' αὐτῶν τούτων μεταβαλὼν ὁ Σαδυάττης ἔστεργεν αὐτόν, θαυμάζων τὸ δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν ἐνεχείρισεν· ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. ἐπεὶ δὲ αὐτὸν σφόδρα ἔστεργεν καὶ πάντων μάλιστα προυτίμα, πολλοὶ δὴ διὰ φθόνον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυλωνίου γένους. οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχ 15 θρὸν πατρῷον ὄντα μεγάλως ἀσπάζεται καὶ πάντων ἡγεμόνα ἀποδείξει. ὁ δ' οὐ προσεῖχε τὸν νοῦν, ἀλλ' ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθεν, μαίνεσθαι προσποιηθεὶς διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν ἐβόα, ὅτι Σαδυάττην τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ ∆ασκύλου. ἐκ τούτων γαμεῖν ἔμελλε Σαδυάττης τὴν Ἀρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυσῶν βασιλέως, ὅστις πόλιν Ἀρδύνιον ἔκτισεν ἐν Θήβης πεδίῳ. ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ' αὐτὸ ἐξέπεμψε παρὰ τὸν πενθερόν, ὡς ἂν κομίσειεν τὴν νύμφην. φασὶ δὲ τέρας αὐτοῖς τοιόνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ' ἔμελλεν ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντεις εἰπεῖν ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. μετ' οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπεκόμιζεν· ὀχούμενος δ' ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέπεσεν, καὶ καρτερεῖν οὐ δυνάμενος ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσεφιλοφρονεῖτο. ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ' ἔφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ ἤθελεν. ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. ταῦτα ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ στέργουσα σφόδρα τὸν Γύγην· ἡ δὲ πάντ' ἐκείνῳ παραχρῆμα ἤγγειλεν. ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοῖς φίλοις κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ βοηθεῖν ὁρμῶντι κτεῖναι τὸν βασιλέα. προσανεμίμνησκε δὲ καὶ τῆς Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς ∆ασκύλου φονεῦσι. κρίνων δ' οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀποθανεῖν ὑπ' αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ' αὐτόν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην βασιλεύσαντα ἔτη γʹ. Ἕωθεν δὲ καθ' ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦντος, καὶ τοὺς μὲν ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικού 16 ρους ἐποιεῖτο. ἐπεὶ δὲ αὐτῷ πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων τῆς ἀρχῆς πασσυδεὶ ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. οἱ δὲ τὸ μὲν πρῶτον ἐταράχθησαν δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύγην ὡρμῶντο· πραΰνοντος δ' αὐτοὺς ἐκείνου καὶ λόγον αἰτουμένου, ὡς ἂν διδάξῃ τὸ πλῆθος περὶ ὧν ἠγνόει, μόλις τοῦ θορύβου ἔληξαν, τὰ μὲν ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλίτας, καὶ ἐσιώπησαν. καὶ ἔπεμψαν εἰς ∆ελφοὺς πευσόμενοι εἰ Γύγην στήσαιντο ἑαυτῶν βασιλέα. θεὸς δ' ἐκέλευσε τοσόνδε προειπὼν ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ τῶν Μερμναδῶν. τοὐντεῦθεν Γύγης ὁ ∆ασκύλου Λυδῶν βασιλεύει καὶ γαμεῖ τὴν Μυσὴν γυναῖκα, ἥντινα Σαδυάττης ἠγάγετο, οὐδὲν μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον δὲ προεῖπεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας ἦ μὴν κατορύξειν αὐτὸν ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. ὁ δ' ἐξετρέπετο τὸν πάντα χρόνον καθ' ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. συλλαβεῖν δ' οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥήτραν. καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκείμενα λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ διεξιέναι· αὐτὸς δ' ἔφη ταύτας γινώσκειν. ὁ δὲ