6, 14 ∆ύναται καὶ ὁ Ἰησοῦς ὡς θεὸς ἀφιέναι ἁμαρτίας, ἀλλ' ὡς ἔτι ἀτελέσι τοῖς μαθηταῖς οὔπω τὸν περὶ τῆς ἰδίας θεότητος παρέδωκε λόγον καθαρῶς. 74 Mt 6, 16 Χρὴ τοίνυν μὴ στυγνὸν φαίνεσθαι μηδ' ἔχοντά τι τῆς. φιλο δοξίας ἔγκλημα, ἀλλ' ὥσπερ ῥύπον ὄντα τῆς ψυχῆς ἀπονίπτεσθαι. 75 Mt 6, 16-17 ∆εῖ τὸ ἡγεμονικὸν-τοῖς ἀνθρώποις νηστεύων. 76 Mt 6, 21 Ὃ προέθετό τις, τοῦτο καὶ νοεῖ καὶ ἐργάζεται ἑτοιμότατα καὶ κατορθοῦν σπουδάζει· ὅπερ τῆς καρδίας εὑρίσκεται σαφέστερον ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ἐξάγων τὸν λόγον καὶ λέγων. 79 Mt 6, 24 Ἀγαθὸς δεσπότης ὁ ἀφιλάργυρος τρόπος, φαῦλος δὲ ὁ ἐρῶν χρη μάτων. διὸ τῷ ἑνὶ προσθετέον· οὐ γὰρ δυνατὸν τοῖς δυσὶν ἀρέσαι δια φόρου καὶ ἐναντίας οὖσιν ἕξεως. 80 Mt 6, 25 Ἐπειδήπερ ἡ ψυχὴ καὶ τὸ σῶμα τιμιώτερά ἐστιν τῶν τροφῶν καὶ τῶν ἐνδυμάτων, καὶ τῶν ἐλαττόνων καταφρονητέον, ἐπιμελητέον δὲ καὶ τῶν τιμιωτέρων, ψυχῆς λέγω καὶ σώματος. 81 Mt 6, 25 Ἡ ψυχὴ τῆς τοῦ σώματος οὐσίας τιμιωτέρα ἐστὶν ὡς εἰκὼν θεοῦ καὶ ἐμφύσημα, τὸ δὲ σῶμα ὄργανόν ἐστιν αὐτῆς καὶ συνεργὸν πρὸς τὰ κάλλιστα. χρὴ οὖν ἡμᾶς ἀμφοτέρων φροντίζειν τοῦ τε σώματος ἅμα καὶ τῆς ψυχῆς καὶ τοῦ μὲν σώματος ἐπὶ τοσοῦτον, ἐφ' ὅσον ἱκανὸν αὐτῷ καὶ μὴ ἐμποδίζεσθαι τὴν ψυχήν· αὐτῇ δὲ δοτέον ἀεὶ τὰ οἰκεῖα καὶ ἐπιμελητέον παντοίως καὶ ἀνακτέον διὰ τῶν ἀρετῶν πρὸς τὴν αἰτίαν αὐτῆς τὴν δημιουργικήν. 82 Mt 6, 33 Τοῖς τὰ τῆς ψυχῆς ζητοῦσι δίδωσιν ὁ θεὸς καὶ τὰ τοῖς σώμασιν ἐπιτήδεια, ἵνα μὴ φροντίζοντες ἡμεῖς ὑπὲρ τῶν τοιούτων πλέον τοῦ δέ οντος ἐμποδισθησόμεθα πρὸς τὰ κάλλιστα. 83 Mt 7, 2 Οἱ πρὸς εὐλάβειαν παιδαγωγούμενοι τὸν ἐξ ἀγαθῆς φρονήσεως χαλινὸν ἐπιφέρουσι τῇ γλώσσῃ ἐκεῖνα μόνα λαλεῖν ἐπιτρέποντες, ὅσα οὐ βλάπτει. τοῦτο διδάσκων τις ἡμᾶς τῶν σοφῶν ἔλεγεν· τέκνον, "εἰ" μέν "ἐστίν σοι" λόγος "συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεὶρ ἔστω ἐπὶ στό ματί σου". "θάνατος" γὰρ "καὶ ζωὴ ἐν χειρὶ γλώσσης", τοῦτ' ἔστιν ἐν ἐξουσίᾳ, "οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς". ἐπεὶ δὲ τὸ γλώσσης κρατῆσαι οὐ σφόδρα ἐστὶν εὐχερές, ἄνωθεν καὶ τοῦτο ἡμᾶς ὁ ψαλμῳδὸς διδάσκει λέγων· "θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου". μὴ καταλαλῶμεν τοιγαροῦν ἀλλήλων μηδὲ κατακρίνωμεν τοὺς ἀδελφούς· ὁ μὲν γὰρ συνέσει κυβερνώμενος οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, ἀλλὰ τοῖς ἰδίοις ἐνατενίζων κακοῖς καλὸν ἐπ' αὐτοῖς καταστάζει δάκρυον, ἵνα κομίσηται τὴν ἄφεσιν παρὰ θεοῦ· ἀμήχανον γὰρ ἀνθρώπους ὄντας καὶ οὕτως ἀσθενεῖς μὴ πάντως ὀλίγοις περιπίπτειν ἀτοπήμασιν. τὸ δὲ μηδ' ὅλως περιπεσεῖν μόνῳ πρόσεστι κατὰ φύσιν τῷ θεῷ. ἡμᾶς δὲ ἀναγκαῖον τοὺς ὄντας ἐν ἁμαρτίαις, μὴ τοῖς ἀλλοτρίοις ἐφήδεσθαι κακοῖς, ἀλλὰ φροντίζειν, ὅπως ἂν αὐτοὶ τῶν φαύλων ἔξω γενώμεθα. 84 Mt 7, 5 Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, τοῦτ' ἔστιν σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρόν. εἰ δ' οὐκ ἐκβάλλεις τὴν δοκόν, κατακρίνεις δὲ τὸν ἔχοντα τὸ κάρφος, εὐλόγως ἀκούσῃ τὸ ἀποστολικόν· "ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις", ὁ λέγων "μὴ κλέπτειν, κλέπτεις". οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφός, ἕτερον δὲ οὐ κατακρινεῖ. τοῦτο γὰρ καὶ ὁ νόμος διὰ Μωσέως παραγγέλλει λέγων· "πρόσεχε σε αυτῷ". "σεαυτῷ" φησιν, οὐχ ἑτέρῳ. τὸ δὲ "πρόσεχε" ἀντὶ τοῦ παρα βλέπου τὰ κατὰ σαυτόν. ὁ μὲν δὴ συνετὸς οὕτως ἑαυτὸν παιδαγωγήσει οὐκ εἰς τὰ ἑτέρων ἀποβλέπων πταίσματα, ἀλλὰ τὰ οἰκεῖα περιεργαζό μενος καὶ ὑπὲρ αὐτῶν μεταγινώσκων. εἰσὶ δέ τινες οἵτινες τὰ μὲν ἑαυτῶν οὐχ ὁρῶσιν ὀλισθήματα, ἐπὶ δὲ τοῖς ἑτέρων προσκόμμασι γελῶσι πλατύ, οἳ χαμαὶ κείμενοι τοὺς ἑστῶτας ἐπιχλευάζουσιν, οἳ ἀπὸ ποδῶν ἕως κε φαλῆς βορβόρῳ κατεχρισμένοι τοὺς ὀλίγον ἔχοντας ῥύπον