1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

8

τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν δικτύων ὁσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἳ τὸν ἄρτον σιτοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύτης ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόντων ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ἀκύλας μὲν ἔφη· Αἰνέσει αἰνέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες εὐφημήσουσιν. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ἔστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ' ὅλης τῆς οἰκουμένης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα.

ΨΑΛΜΟΣ ΡΛΒʹ.

Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν, κ.τ.λ. Οὐ πᾶν τὸ καλὸν,

ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τερπνὸν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦλα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούντων, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ' ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέγοντα· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερπνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκῶν τίθεσθαι. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενον τῷ Λιβάνῳ, ἐφ' ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρόσον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολλῶν συναγομένη σταγόνων, ὑφ' ἓν σωματοποιεῖται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμόνοιαν καὶ συμφωνίαν ἀπείκασε δι' ἑτέρου παραδείγματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών· ἵνα μὲν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.

24.29 ΨΑΛΜΟΣ ΡΛΓʹ.

Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἤδη τῷ Ἀβραὰμ εἴρηται· Οἱ εὐλογοῦντές σε,

εὐλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο ποιῶν· εἰ δὲ ἐπὶ τοῦ Ἀβραὰμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ Κυρίου; οὐ γὰρ δεῖται τῆς παρ' ἡμῶν εὐλογίας. Ἕκαστος δὲ ἑαυτῷ χαρίζεται, καὶ ἑαυτὸν εὐλογεῖ, ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων Ποιητοῦ. ∆ιὸ πρῶτον εἴρηται· Εὐλογεῖτε τὸν Κύριον· εἶθ' ἑξῆς· Εὐλογήσαι σε Κύριος.

ΨΑΛΜΟΣ ΡΛ∆ʹ.

Τῇ τῶν ᾠδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ὁ παρὼν αἶνος εἰκότως

παράκειται· διὸ τὸ ἀλληλούϊα προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αἰνεῖτε, τοῦ δ' ἴα, τὸν Κύριον. Εἴποι δ' ἄν τις ὕμνον εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίῳ διεγείροντα τοὺς προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ αἴνου ἀπὸ τοῦ,