-Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς λαμβανόμενα. πρῶτον μὲν γὰρ ἀνε διπλασιάσθησαν κατὰ τὸν παρακείμενον ὡς βραχείας οὔσης τῆς συλλαβῆς, οἷον μέμνημαι. εἶτα δὲ καὶ ποι οῦσι κοινὴν ἐν τοῖς μέτροις. καὶ παραφέρει ὁ μετρι κὸς τοῦτο ἐν διαφόροις· (6, 3) οἷον παρὰ τῷ Κρατίνῳ ἐν Πανόπταις δράματι (154) εἰς ἔπος ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι, καὶ παρὰ Ἐπιχάρμῳ ἐν Μεγαρίδι εὔυμνος καὶ μοισικὰν ἔχουσα πᾶσαν φιλόλυρος ἠχή. ἔστι δὲ τὸ μέτρον τροχαϊκὸν τετράμετρον ὑπερκατά ληκτον. ἰστέον δὲ ὅτι ἐν ταῖς ἀνίσοις τοῦ τοιούτου μέτρου, λέγω δὴ τοῦ τροχαϊκοῦ, σπονδεῖος οὐ πίπτει, ἀλλ' ἐν ταῖς ἀρτίαις τοῦτο γίνεται· διὰ τοῦτο γὰρ ἐν ταῦθα τὸ ˉμˉν ἐν τῇ πρώτῃ βάσει τὴν κοινὴν ἐποίησεν. ὑπερκατάληκτον δέ ἐστιν, ἐπεὶ μετὰ τοὺς τέσσαρας πόδας τοὺς κατὰ διποδίαν μετρουμένους συλλαβὴ πε ριττεύει. τὸν τέταρτον δὲ πόδα χορίαμβον ἔχει, τουτ έστιν ἀπὸ τροχαίου καὶ ἰάμβου συγκείμενον· πάλιν δὲ τὸ ˉφˉιˉλˉο δύο βραχεῖαι ἀντὶ μιᾶς μακρᾶς παρελή φθησαν. εἰσὶ δὲ πάλιν καὶ παρὰ Καλλιμάχῳ (27 = ηεπη. π. 6, 9) τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος· οὐ δεῖ δὲ πάλιν ἡμᾶς χρήσασθαι· σπάνια γὰρ καὶ σε σημειωμένα. (6, 10) 9Ἐὰν μέντοι τῆς προτέρας συλλαβῆς τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, 202 οὐκέτι γίνεται κοινὴ συλλαβή, καὶ τὰ ἑξῆσ9. -Εἴρηται περὶ τούτου, ὅτι ἐὰν μὴ ᾖ κατὰ σύλληψιν προηγούμε νον τὸ ἄφωνον τοῦ ἀμεταβόλου, οὐ ποιοῦσι κοινήν, καὶ φέρει ὁ μετρικὸς παραδείγματα. (6, 16) 9Φησὶ δ' ὁ Ἡλιόδωρος τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χεί ρωσι9 (φρ. 235) 9πεποίηκε σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ ἐληλύθαμεν.9 -υ 9Φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν ποιεῖν ἐν τοῖς ἔπεσι κοινὰς συλλαβάς, διὰ τὸ τὸν Κρατῖνον ἐν Χείρωσι πεποιηκέναι σκῆψιν μὲν Χειρῶν εἰσελήλυμεν ὡς ὑποθήκας ἀντὶ τοῦ εἰσελήλυθμεν' καὶ τὸ ἑξῆς.9 -κ Ἐνταῦθα καλῶς ὁ Ἡφαιστίων μέμφεται Ἡλιοδώρῳλέγοντι, ὅτι ἧττον καὶ σπανιώτερον εὕρηται κοινὴν ποιοῦν τὸ ˉμ ἐπιφερόμενον ἀφώνῳ. δι' ὅ φησι ὅτι ὁ Κρατῖνος, ἵνα μὴ εὑρεθῇ τὸ ˉθˉμ ἐν τῷ ἐλήλυθμεν, μὴ ποιοῦν κοινὴν (ἔστι δὲ κατὰ συγκοπὴν τοῦ ˉα ἀπὸ τοῦ ἐληλύθαμεν), ἀπέβαλε τὸ ˉθ ἄφωνον ἐν τῷ σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν. Τοῦτο δὲ ψεῦδος. εἰσὶ γὰρ πολλαὶ πάνυ αἱ χρήσεις, καὶ φέρει ὁ τεχνικὸς παραδείγματα· εἰσὶ δὲ καὶ ἄλλα πολλὰ καὶ μάλιστα αὐτοῦ του ˉθˉμ οἷον παρὰ Ἀριστο φάνει ἐν Πλούτῳ (759) ἐμβὰς γεγόντων εὐρύθμοις προβλήμασιν· 203 καὶ ἐν Νεφέλαις (638) πότερον περὶ μέτρων <ἢ περὶ ἐπῶν> ἢ ῥυθμῶν· καὶ πάλιν (647) ταχύ γ' ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν· καὶ πάλιν (648) τί δ' ἄν μ' ὠφελήσειαν οἱ ῥυθμοὶ πρὸς τἄλφιτα· καὶ πάλιν (650) ἐπαΐειν ὁποῖος ἐστὶ τῶν ῥυθμῶν· καὶ ἐν Βατράχοις (1365) ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι. τὸ δὲ τοῦ Κρατίνου <οὐ> λέγομεν ὅτι διὰ τοῦτο εἶπεν ἐλήλυμεν· ἔστι γὰρ καὶ παρὰ Ἐπιχάρμῳ, οἷον αὐτὸς παρατίθεται ὁ μετρικὸς (7, 10) τὴν χρῆσιν ἐν Κύκνῳ τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυμεν. οὐ κεῖται δὲ οὕτως ἡ χρῆσις, ἀλλὰ Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν· καὶ οὕτως δεῖ γράφειν. ὅστις κατὰ ἀναλογίαν ἐχρή σατο καὶ τῷ δευτέρῳ προσώπῳ ἐλήλυτε. οὐκ ἄρα οὖν διὰ τὸ κοινὴν μὴ ποιεῖν τὸ ˉθˉμ ὁ Κρατῖνος ἀπέβαλε τὸ ˉθ τοῦ ἐλήλυθμεν, εἰπὼν τὸ ἐλήλυμεν. (7, 15) 9Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλ λαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μα κρᾶς ποιητικῶν συμφώνων, ἀλλ' ἤτοι ἑνὸς ἢ μηδ' ἑνός.9 -υ 9Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ λέ ξεως ᾖ τελική, μὴ ἐπιφερομένου τινὸς τῶν τῆς μακρᾶς 204 ποιητικῶν συμφώνων, ἀλλ' ἤτοι ἑνὸς ἢ μηδενός· καὶ τὰ ἑξῆς.9 -κ Πρόδηλόν ἐστι τὸ λεγόμενον, ὅτι γίνεται κοινὴ κατὰ τρίτον τρόπον, ὅταν βραχεῖα ᾖ ἀπαρτίζουσα εἰς μέρος λόγου καὶ οὐκ ἔχῃ δύο σύμφωνα ἐπιφερόμενα, ἀλλ' ἢ ἓν ἁπλοῦν ἢ μηδὲ ἕν, ἐπεὶ εὑρεθήσεται θέσει μακρὰ γινομένη. ἰστέον δ' ὅτι οὐ κεχρήμεθα ταύτῃ τῇ κοινῇ