τὸ μὲν μένον ἐφ' ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ' ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν βλάψαν ταῖς ἀνάγκαις τῶν δεσμῶν πρὸς τὸ κρεῖττον ἐκνικηθῇ. ∆ιὸ καὶ κατεργάζεσθαι μὲν τοὺς δεσμοὺς τοῦ διαφέροντος, ἀλλ' οὐ τοῦ ἥττονος ἦν· συνδεῖσθαι δὲ τοῦ χείρονος, ὡς μηδ' ἐξουσίαν ἔχειν πως ἀπολελύσθαι τῶν δεσμῶν. Τοιαύταις τισὶν ἀνάγκαις ∆αυὶδ οὗτος συσφιγξάμενος ἡμᾶς ἔχει νῦν τε καὶ ἐξ ἐκείνου, οὐδ' εἰ βουλοίμεθα τῶν δεσμῶν αὐτοῦ λελύσθαι δυναμένους. Οὐ τοίνυν καὶ εἰ ἀποδημήσαιμεν, ἀνήσει τὰς ψυχὰς ἡμῶν, κατὰ τὸ θεῖον γράμμα ἔχων οὕτω συνδεδεμένας.
7 Πλὴν οὕτως ἡμᾶς ἐξ ἀρχῆς ἑλὼν καὶ πάντα τρόπον ἐκπεριελθών, ἐπειδὴ ἤνυστο αὐτῷ τὸ πλεῖον καὶ μένειν ἐδόκει, τοὐντεῦθεν ὥσπερ εἴ τις ἀγαθὸς γεωργὸς γῆν ἀργήν τινα καὶ ἤτοι οὐδὲ εὔγειον οὐδαμῶς, ἀλλά τινα ἁλμυρὰν καὶ κεκαυμένην ὑπόπετρόν τε καὶ ψαφαράν, ἢ οὐ πάντη μὲν ἄφορον οὐδέ γε ἀφυῆ, ἀλλὰ καὶ πολυφυῆ μέν, χέρσον δὲ ὅμως καὶ ἠμελημένην, ἀκάνθαις καὶ θάμνοις ἀγρίαις ἐστρυφνωμένην καὶ δυσεργῆ· ἢ οἷά τις φυτουργὸς ἀνὴρ φυτόν, ἤτοι ἄγριον καὶ καρπῶν ἡμέρων ἄφορον μέν, οὐ μὴν πάντη ἄχρηστον, εἴ τις τέχνῃ τῇ φυτουργικῇ φέρων βλαστὸν ἥμερον ἐμφυτεύσαι, μέσον σχίσας, εἶτα συμβαλὼν καὶ συνδήσας, ἄχρις ἂν συμβλύ σαντα ὡς ἓν ἄμφω τρέφηται (οὕτω γὰρ ἂν ἴδοις δένδρον τι συμμιγές, καὶ νόθον μέν, εὔκαρπον δὲ ἐξ ἀκάρπου, καρποὺς ἐλαίας τῆς καλῆς ἐπὶ ῥιζῶν ἀναφέρον ἀγρίων)· ἢ ἄγριον μέν, οὐ μὴν ἄχρηστον ἀνδρὶ τεχνίτῃ φυτουργῷ, ἢ καὶ ἥμερον μέν, εὔκαρπον δὲ ἄλλως, ἢ ἀπορίᾳ τέχνης πάλιν ἀκλάδευτον καὶ ἀπότιστον καὶ αὐχμηρόν, πνιγόμενον ὑπὸ τῶν εἰκῇ πολλῶν καὶ περιττῶν ἐκφυομένων βλαστῶν, τελειοῦσθαι δὲ τῇ βλάστῃ καὶ φέρειν τὸν καρπὸν ὑπ' ἀλλήλων ἐμποδιζόμενον· τοιούτους τινὰς παραλαβὼν καὶ τέχνῃ ἑαυτοῦ τῇ γεωργικῇ ἐκπεριϊὼν καὶ κατανοῶν οὐ τὰ πᾶσιν ὁρώμενα μόνον καὶ ἐν ἐπιφανείᾳ βλεπόμενα, ἀνορύττων δὲ καὶ τῶν ἐνδοτάτων ἀποπειρώμενος, ἐρωτῶν καὶ προτείνων καὶ ἀποκριναμένων ἀκούων, ἐπειδὴ κατενόησέ τι οὐκ ἄχρηστον καὶ ἀνωφελὲς καὶ ἀνήνυτον ἐν ἡμῖν, ἔσκαλλεν, ἀνέστρεφεν, ἐπότιζεν, ἐκίνει πάντα, ἅπασαν προσῆγε τὴν παρ' αὐτοῦ τέχνην καὶ ἐπιμέλειαν, καὶ κατειργάζετο ἡμᾶς· ἀκάνθας μὲν καὶ τριβόλους καὶ πᾶν τὸ τῶν ἀγρίων γένος βοτανῶν ἢ φυτῶν, ὅσον ὑλομανοῦσα ἀνέπεμπε καὶ ἀνεδίδου σεσοβημένη ἡ ψυχὴ ἡμῶν, οἷα δὴ ἄτακτος οὖσα καὶ προπετής, πᾶν ἐκκόπτων καὶ ἐξαίρων τοῖς ἐλέγχοις καὶ τῷ κωλύειν· καθαπτόμενος ἡμῶν καὶ μάλα Σωκρατικῶς ἔστιν ὅτε καὶ ὑποσκελίζων τῷ λόγῳ, εἴ πη πάντη ἀφηνιάζοντας ἡμᾶς ὥσπερ τινὰς τῶν ἀγρίων ἵππων ἑώρα, σκιρτῶντας ἔξω τῆς ὁδοῦ καὶ πολλὰ ἐκπε ριτρέχοντας εἰκῇ, ἕως οὗ πειθοῖ τινι καὶ ἀνάγκῃ, ὡς ὑπὸ χαλινῷ τῷ ἐκ στόματος ἡμῶν λόγῳ, ἡσυχίους αὐτῷ κατεστήσατο· δυσχερῶς μὲν ἡμῖν καὶ οὐκ ἀλύπως τὸ πρῶτον, οἷα δὴ ἀήθεσι καὶ κατακολουθεῖν τῷ λόγῳ οὐδέπω μεμελετηκόσι προσάγων τοὺς παρ' ἑαυτῷ λόγους, ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. Ἧι δ' ἂν ἐπιτηδείους ἡμᾶς ἐποιήσατο καὶ εὖ παρ εσκευάσατο εἰς παραδοχὴν τῶν τῆς ἀληθείας λόγων, τότε δή, οἷα εὖ κατειργασμένῃ γῇ καὶ ἁπαλῇ ἑτοίμῃ τε ἀναφύειν τὰ ἐπαχθέντα τῶν σπερμάτων, ἐπέφερεν ἀφειδῶς· εὔκαιρον καὶ τὴν τῶν σπερμάτων καταβολὴν ποιούμενος, εὔκαιρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν ἅπασαν, οἰκείως ἕκαστα κατεργαζόμενος καὶ τοῖς οἰκείοις τοῦ λόγου· πᾶν μὲν ὅσον ἀμβλὺ καὶ νόθον τῆς ψυχῆς, ἢ πεφυκυίας οὕτως ἢ καὶ ὑπὸ τροφῶν περιττῶν τοῦ σώματος παχυνομένης, παροξύνων καὶ ἐξισχναίνων τοῖς λεπτοῖς τῶν λογικῶν παθημάτων λόγοις καὶ τρόποις, οἳ ἐξ ἁπλουστάτων τῶν πρώτων ἀνειλούμενοι ἐπάλληλοι καὶ ποικίλως στρεφόμενοι, εἰς ἀμήχανόν τινα καὶ δυσεξέλικ τον προΐασι πλοκήν, ἐξανιστῶντες ἡμᾶς ὥσπερ καθεύδοντας, καὶ ἔχεσθαι ἀεὶ τῶν προκειμένων, μηδαμῶς ὑπολισθαί νοντας μήτε ὑπὸ μήκους μήτε ὑπὸ λεπτότητος, ἐκδιδασκό μενοι. Ὅσον δὲ