1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ' ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.

ΙΘʹ. ∆εινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ' ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανο 35.748 μένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλὰ τοὺς ῥᾳδίως ἐπ' ἀμφότερα φερομένους καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ' ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον.

Κʹ. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι' εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι' ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Ἀλλ' οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ' οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.

ΚΑʹ. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἓν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰ 35.749 ρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾐτοῦ νυκτὸς καὶ ἡμέρας, ἵν' ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ' εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου,