8
σοῖς θαλάμοις πυρσός, ὃν ἧψεν Ἔρως. 8.128 Αἱ Χάριτες Μούσαισι· «Τί ῥέξομεν; οὐκέτ' ἄγαλμα χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.» χαἰ Μοῦσαι Χαρίτεσσιν· «Ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, τόσσον ἔχοι· ἡμῖν δὲ τόδ' ὅρκιον ἔμπεδον ἔστω μηκέτ' ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.» 8.129 Κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα καὶ λαλαγεῦντες ὄρνιθες λιγυροὶ καλὸν ἐπ' ἀκρεμόνων αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, κλαύσατε· ὦ χαρίεσσ' Εὐφημιάς, ὥς σε θανών περ Εὐφήμιος κλεινὴν θήκατ' ἐπωνυμίῃ. 8.130 Κάλλιμος ἠιθέων Εὐφήμιος, εἴ ποτ' ἔην γε· κάλλιμος ἐν χώροις χῶρος ὅδ' ἠλύσιος· τοὔνεκεν εἰς ἓν ἄγερθεν· ἐπεὶ ζωὴν μὲν ἔλειψε, οὔνομα δ' ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ. 8.131 Ἤλυθε κἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, ψυχὴ δ' ἐς μακάρων ᾤχετ' ἀποπταμένη. πηοῖς πάντα πέπασο, μακάρτατε· βίβλον ἔῳξας πᾶσαν, ὅση θνητῶν κεἴ τις ἐπουρανίη· γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας κρείσσονα καὶ τοκέων· τὸ πλέον οὐ μερόπων. 8.132 Ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα Ἀμφίλοχος λιπαροῦ γήραος ἀντιάσας, ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων πηῶν, εὐσεβέων, εὐγενέων, λογίων καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδ' ἑταίρων σῶν ἑνός, ὦ φιλότης, γράμμ' ἐπιτυμβίδιον. 8.133 Ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες μῦθοι καὶ πηγὴ πᾶσιν ἀρυομένη, ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δ' ἅμ' ἕσπετο μοῦνον ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. Γρηγόριος τάδ' ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο, Ἀμφίλοχ', ἐξεδάην ἀντιχαριζόμενος. 8.134 Ἀμφίλοχος τέθνηκεν· ἀπώλετο, εἴ τι λέλειπτο καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δ' αὖ σε ἡ ∆ιοκαισαρέων μύρατο πάτρα φίλη. 8.135 Τυτθὸν μὲν πτολίεθρον, ἀτὰρ πολὺν ἀνέρα δῶκα βήμασιν ἰθυδίκοις ἡ ∆ιοκαισαρέων, Ἀμφίλοχον· φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα ῥήτρη καὶ πάτρης εὖχος ἀριστοτόκου. 8.136 Τὸν ῥήτρην πυρόεσσαν ἐπ' ἀντιπάλοισι φέροντα, τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας Ἀμφίλοχον κατέχω τυτθὴ κόνις ἔκτοθι πάτρης, υἱέα Φιλτατίου Γοργονίας τε μέγαν. 8.137 Ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ Ἀμφιλόχου μεγάλου τύμβος ὅδ' ἀμφὶς ἔχω. 8.138 Ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν. 8.139 Οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος· ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; τίς δὲ τέλος νηῷ περικαλλέι χεὶρ ἐπιθήσει; τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων. 8.140 ∆έρκεο καὶ τύμβον Νικομήδεος, εἴ τιν' ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, φέρτερον οὐδὲν ἔχων ἱερεὺς γενέτης τε φέριστος. τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι. 8.141 Ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα ἔνθεν ἀνηέρθης. τίς τάδ' ἔνευσε δίκη; Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν ἰθύνῃς τεκέων σὺν ἱερῇ δυάδι. 8.142 Πῇ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθ' ἑταίρων, ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; πῇ ποτ' ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, ἦμος ἐπ' ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, ὃς βιότῳ μ' ἔζησας ἀσαρκέι; ἦ ῥ' ἐτεόν σοι Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις. 8.143 Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον ἠιθέων, ζωῆς ἡνίοχ' ἡμετέρης, μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε. 8.144 Ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσσιν ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι Καρτερίου, πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη. 8.145 Ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης. 8.146 Ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα σταυροφόρων κόλποις Καρτέριον κατέχεις. 8.147 Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληίστορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει